καὶ μὴν ὅ γε ἐξιὼν ἀπό τινος ἐν ἑτέρῳ χωρίῳ τὸ ἀπολειπόμενον ἑαυτοῦ· τῷ δὲ συμβέβηκεν ἀκολουθεῖν τὸ χηρεύειν τινὰ μέρη τῶν ἐν κόσμῳ θεοῦ μηδὲν κενὸν μηδὲ ἔρημον ἑαυτοῦ καταλελοιπότος, ἀλλὰ πάντα διὰ πάντων ἐκπεπληρωκότος. εἰ δὲ μήτε πρόσωπον ἔχει ὁ θεὸς ἅτε τὰς τῶν γεγονότων ἰδιότητας ἁπάντων ἐκβεβηκὼς μήτε ἐν μέρει καταγίνεται ἅτε περιέχων, οὐ περιεχόμενος, ἀδύνατον δ’ ἐστὶν ὥσπερ ἐκ πόλεως τοῦδε τοῦ κόσμου μεταναστῆναί τι μέρος αὐτοῦ μηδενὸς ἀπολειφθέντος ἔξω, λοιπὸν ἂν εἴη λογισαμένους ὅτι τῶν προταθέντων οὐδὲν κυριολογεῖται τὴν δι’ ἀλληγορίας ὁδὸν φυσικοῖς φίλην ἀνδράσι τρέπεσθαι τὴν ἀρχὴν ἐνθένδε τοῦ λόγου ποιησαμένους· εἰ τὸ ἐκ προσώπου μεταναστῆναι βασιλέως θνητοῦ χαλεπόν ἐστι, πῶς οὐ παγχάλεπον τὴν θεοῦ φαντασίαν καταλιπόντα οἴχεσθαι, μηκέτι εἰς ὄψιν ἀφικνεῖσθαι τὴν αὐτοῦ διεγνωκότα, τοῦτο δ’ ἐστὶν ἀφάνταστον αὐτοῦ γενέσθαι τὸ ψυχῆς ὄμμα πηρωθέντα; καὶ ὅσοι μὲν ἐξ ἀνάγκης τοῦτο ὑπέμειναν ἀπαραιτήτου δυνάμεως κράτει πιεσθέντες, ἐλέου μᾶλλον ἢ μίσους τυγχάνοιεν ἄν· ὅσοι δὲ ἑκουσίῳ γνώμῃ τὸ ὂν ἐξετράποντο, ὑπερβάλλοντες καὶ τὸν αὐτῆς ὅρον κακίας — τί γὰρ ἂν ἰσοστάσιον εὑρεθείη κακόν; — μὴ τὰς ἐξ ἔθους, ἀλλὰ καινὰς καὶ παρηλλαγμένας διδότωσαν δίκας. ἦ καινοτέραν καὶ μείζονα ἐπινοῶν οὐκ ἄν τις εὕροι τῆς ἀπὸ τοῦ πανηγεμόνος ἐξόδου καὶ φυγῆς. | τὸν μὲν οὖν Ἀδὰμ ὁ θεὸς ἐκβάλλει, ὁ δὲ Κάιν ἐθελοντὴς p. 228 M. ἐξέρχεται, δηλοῦντος ἡμῖν Μωυσέως ἑκατέρου τρόπου εἶδος, ἑκούσιόν τε καὶ ἀκούσιον. ἀλλὰ τὸ μὲν ἀκούσιον ἅτε οὐχ ἡμετέρᾳ γνώμῃ συνιστάμενον λήψεται τὴν ἐνδεχομένην αὖθις ἴασιν· „ἐξαναστήσει γὰρ ὁ θεὸς σπέρμα ἕτερον ἀντ’ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4, 25) ψυχῇ τῇ μὴ παρ’ ἑαυτῆς τραπείσῃ, γέννημα ἄρρεν, Σὴθ τὸν ποτισμόν.