<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="41"><p>χρὴ τοίνυν εἰδέναι ὅτι τῶν λεχθέντων ἕκαστον ὀνομάτων ἑρμηνευθὲν διπλοῦν ἐστιν. ἑρμηνεύεται δ’
ὁ μὲν Ἐνώχ, καθάπερ εἶπον, χάρις σου, Μαθουσάλα δ’ ἐξαποστολὴ θανάτου,
<lb n="30"/> ὁ δ’ αὖ Λάμεχ ταπείνωσις. τὸ μὲν οὖν „χάρις σου“ λέγεται μὲν πρὸς τὸν
ἐν ἡμῖν νοῦν ὑπ’ ἐνίων, λέγεται δὲ καὶ πρὸς τὸν τῶν ὅλων ὑπὸ τῶν
ἀμεινόνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="42"><p>οἱ μὲν οὖν φάσκοντες δωρεὰν εἶναι τῆς ἑαυτῶν ψυχῆς πάνθ’
<note xml:lang="mul" type="footnote"><lb/>1 φασὶ scripsi: φησὶ U
<lb/>2 ἐνθένδεν U
<lb/>7 τὸ add. Tisch.
<lb/>9 ἀδιεξίτητος Mang.: διεξιόντος U ἔτι U (coni. Tisch.): ἔστι Mang.
<lb/>10 εἴ γε U (coni. Tisch.): εἰ δὲ Mang.
<lb/>12 κερασάμενος Mang.: κερασαμένοις U
<lb/>15 καλῷ Mang.: καλῶς U <add>τῷ</add> Καίν’ coni. Holwerda τὸ Mang.: τῷ U
<lb/>22 γεγένηκε U 24 Holwerda
<lb/>25 τὰς addidi
<lb/>29 εἶπον scripsi: εἶπε U, εἶπα Mang.
<lb/>31 ὅλων Mang.: ἄλλων U</note>  

<pb n="v.2.p.10"/>
ὅσα ἐν τῷ νοεῖν ἢ αἰσθάνεσθαι ἢ λέγειν, ἀσεβῆ καὶ ἄθεον εἰσηγούμενοι
δόξαν γένει τῷ Κάιν προσκεκληρώσθωσαν, ὃς μηδ’ αὑτοῦ κρατεῖν ἱκανὸς
ὢν καὶ τῶν ἄλλων ἁπάντων ἀπετόλμησεν [ὡς] εἰπεῖν ὡς ἔχοι τὴν παντελῆ
κτῆσιν· οἱ δ’ ὅσα ἐν γενέσει καλὰ μὴ σφετεριζόμενοι, χάρισι δὲ
ταῖς θείαις ἐπιγράφοντες, εὐγενεῖς πρὸς ἀλήθειαν οὐκ ἐκ παλαιπλουσίων <lb n="5"/>
 ἀλλ’ ἐκ φιλαρέτων φύντες, ὑπὸ ἀρχηγέτῃ τῷ <milestone unit="altpage1" n="p. 234 Μ."/>  Σὴθ τετάχθωσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="43"><p>δυσεύρετον
σφόδρα τὸ τούτων ἐστὶ γένος ἀποδιδρασκόντων τὸν ἐπίβουλον καὶ
ῥᾳδιουργὸν καὶ πανοῦργον καὶ κεχυμένον παθῶν τε καὶ κακιῶν πλήρη
βίον. οὓς γὰρ ὁ θεὸς εὐαρεστήσαντας αὐτῷ μετεβίβασε καὶ μετέθηκεν
ἐκ φθαρτῶν εἰς ἀθάνατα γένη, παρὰ τοῖς πολλοῖς οὐκέθ’ εὑρίσκονται. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="44"><p><milestone unit="altref" n="13"/> διεσταλκότες οὖν τὰ περὶ τὸν Ἐνὼχ σημαινόμενα μέτιμεν ἑξῆς
ἐπὶ τὸν Μαθουσάλα, ὃς ἦν ἐξαποστολὴ θανάτου. δύο δ’ ἐκ ταύτης
παρίσταται τῆς φωνῆς, ἓν μὲν καθ’ ὅ τινι ἐπιπέμπεται θάνατος, ἕτερον
δὲ καθ’ ὃ ἀπό τινος ἀποστέλλεται. ὅτῳ μὲν οὖν ἐπιπέμπεται, θνῄσκει
 πάντως ἐκεῖνος, ἀφ’ οὗ δὲ ἀποστέλλεται, ζῇ τε καὶ περίεστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="45"><p>τῷ μὲν <lb n="15"/>
δὴ Κάιν ὁ τὸν θάνατον δεχόμενός ἐστιν οἰκεῖος ἀεὶ τὸν πρὸς ἀρετὴν
βίον θνῄσκοντι, τῷ δὲ Σὴθ συγγενέστατος ἀφ’ οὗπερ ἀποστέλλεται καὶ
διατειχίζεται τὸ ἀποθνῄσκειν· τὴν γὰρ ἀληθῆ ζωὴν ὁ σπουδαῖος κεκάρπωται.
</p></div></div></body></text></TEI>