<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="31"><p>καὶ τοῦτο μέντοι ποιῶ διὰ φύσεως οἶκτον λογικῆς,
ἵνα ἐκ τοῦ τῶν παθῶν ᾅδου πρὸς τὸν <milestone unit="altpage1" n="p. 232 Μ"/>  ὀλύμπιον χῶρον ἀρετῆς ἀναβιβασθῇ
ποδηγετοῦντος ἐμοῦ, ὃς τὴν εἰς οὐρανὸν ἄγουσαν ὁδὸν ἀνατεμὼν λεωφόρον
ἱκέτισι ψυχαῖς, ὡς μὴ κάμνοιεν βαδίζουσαι, πάσαις ἀποδέδειχα.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="10"/> Δεδηλωκότες οὖν ἑκάτερον, ἠρεμίαν τε ἀστείου καὶ ἄφρονος
σάλον, τὸ ἑπόμενον τῷ λόγῳ συνεπισκεψώμεθα. φησὶ γὰρ Ναίδ, τὸν
κλόνον, εἰς ὃν ἡ ψυχὴ μετῳκίσατο, ἀπέναντι Ἐδέμ. συμβολικῶς δέ ἐστιν
Ἐδὲμ ὀρθὸς καὶ θεῖος λόγος, παρὸ καὶ ἑρμηνείαν ἔχει „τρυφήν“, ὅτι
ἐνευφραίνεται καὶ ἐντρυφᾷ πρὸ τῶν ἄλλων ἀμιγέσι καὶ ἀκράτοις, ἔτι δὲ <lb n="10"/>
ἀρτίοις καὶ πλήρεσι κεχρημένος ἀγαθοῖς ὕοντος τοῦ πλουτοδότου θεοῦ
τὰς παρθένους καὶ ἀθανάτους χάριτας αὑτοῦ. φύσει δὲ μάχεται ἀγαθῷ
κακόν, ἄδικον δικαίῳ, φρόνιμον ἄφρονι καὶ πάνθ’ ὅσα ἀρετῆς πρὸς τὰ
κακίας εἴδη. τοιοῦτόν ἐστι τὸ Ναὶδ ἀντικρὺς [καὶ] εἶναι Ἐδέμ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="33"><p><milestone unit="altref" n="11"/> Ταῦτ’ εἰπών φησιν ἑξῆς· "καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα <lb n="15"/>
αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ
ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ“ (Gen. 4, 17).
ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς
ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται
 γυναικός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="34"><p>εἰ δὲ φήσει τις ἀδελφῇ τὸν Κάιν συνεληλυθέναι, χωρὶς <lb n="20"/>
τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας
εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι,
καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων,
οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ
 βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="35"><p>μέτρον εἶναι πάντων χρημάτων <lb n="25"/>
τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα
<note xml:lang="mul" type="footnote"><lb/>1 οὐ τοπικῶς vel τονικῶς, οὐ Mang., τοπικῶς del. Holwerda
<lb/>3 ᾅδου Mang. (cf. Ι 643,36 M. et Quaest. in gen. IV § 234): ἀειδοῦς U
<lb/>5 κάμνοιεν ἐμβαδίζουσαι Tisch. 
<lb/>8 Ἐδὲμ <add>εἶναι</add> conicio
<lb/>12 αὑτοῦ U
<lb/>14 καὶ seclusi; τὸ κατεναντίον καὶ ἄντικρυς Ἐδέμ coni. Mang., τὸ Ναίδ’ κατέναντι εἶναι ’Eδέμ Uolwerda, ἔναντι post καὶ add. Tisch. 
<lb/>15 φησί seclusi
<lb/>18 τίνα Mang.: τί U 18.
<lb/>19 οὐδὲ μιᾶς U
<lb/>20 φήσει Cohn: φησί U
<lb/>21 ἀνοσίου Mang.: οὖσι U, ad lin.
<lb/>18 ἀ π in mg., unde Tisch. legisse videtur ἀπὸ οὖσι.
<lb/>24 post φιλοσοφησάντων lacuna fort. statuenda est εἰσηγησάμενοι Mang.: ἡγησάμενοι U
<lb/>25 τίς scripsi: τί U ἀσεβοῦς <add>λογισμοῦ</add> coni. Mang., sed τί ἐστιν ἀσεβοῦς δόξα repetit ing. U</note> <note xml:lang="mul" type="footnote"><lb/>1 cf. Aristobulum apud Eus. Praep. ev. VIII 10,15: ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ γὰρ ὁ θεός ἐστιν.</note>  

<pb n="v.2.p.9"/>
Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι
δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται
δὲ Ἐνὼχ χάρις σου.</p></div></div></body></text></TEI>