<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="16"><p>δοκεῖ δέ μοι καὶ
πρὶν ἄρξασθαι τῆσδε τῆς σκέψεως ὁ ἱεροφάντης τὸ μέγιστον αὐτῆς κατανοῆσαι, <lb n="10"/>
ἐξ ὧν αὐτὸν ἱκετεύει τὸν ὄντα μηνυτὴν καὶ ὑφηγητὴν τῆς ἑαυτοῦ
φύσεως γενέσθαι. λέγει γάρ· "ἐμφάνισόν μοι σεαυτόν“ (Exod. 33,13),
ἐναργέστατα διὰ τούτου παριστὰς ὅτι τῶν γεγονότων ἱκανὸς οὐδὲ εἷς ἐξ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="17"><p> ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. <milestone unit="altref" n="6"/> διὰ τοῦτο καὶ
Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ <lb n="15"/>
ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’
 εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="18"><p>ἀλλὰ
μήποτε ὅπερ αἰνίττεται τοιοῦτόν ἐστιν· ὁ σοφὸς αἰεὶ γλιχόμενος κατανοῆσαι τὸν ἡγεμόνα τοῦ παντός, ὅταν τὴν δι’ ἐπιστήμης καὶ σοφίας
ἀτραπὸν βαδίζῃ, λόγοις μὲν προεντυγχάνει θείοις παρ’ οἷς προκαταλύει, <lb n="20"/>
τρέπεσθαι δὲ τὴν ἄλλην ἐγνωκὼς ἐπέχεται· διοιχθέντων γὰρ τῶν διανοίας ὀμμάτων ὀξυδερκέστερον εἶδεν ὅτι ἐπὶ τὴν δυσαλώτου πράγματος
θήραν ἀναδέδυκεν ἐξαναχωροῦντος αἰεὶ καὶ μακρὰν ἀφισταμένου καὶ
 φθάνοντος ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοὺς διώκοντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="19"><p>εὖ γοῦν
νομίζει, ὅτι πάνθ’ ὅσα τῶν ὑπ’ οὐρανὸν ὠκυδρομώτατα ἑστάναι ἂν δόξαι <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 γνόφῳ U Clem.: χρόνῳ D
<lb/>2 καὶ χρόνου Clem. D: ἀχρόνου U 4.
<lb/>5 διὰ γὰρ <add>τῶν ὅλων τὰς ἑαυτοῦ</add> δυνάμεις conicio profectus a Dielsii coniectura θείας τείνας <add>ἑαυτὸν</add> Mang.
<lb/>7 ζητεῖ (sic v) ex ζητῇ corr. U
<lb/>9 παντὶ <add>γενητῷ</add> (cf. 5,10)
<lb/>10 μέγεθος coni. Mang., ἀνήνυτον conicio
<lb/>17 ἔστι scripsi: τι U 
<lb/>23 ἀποδέδυκεν conicio, ἐνδέδυκεν coni. Cohn
<lb/>24 εὖ Mang.: εἰ U γοῦν scripsi: οὑν U, fortasse gravior corruptela latet
<lb/>25 νομίζει Cohn: νομίζεις U δέξαι Mang.</note>  

<pb n="v.2.p.5"/>
πρὸς τὴν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων φορὰν ἀστέρων ἀντεξετασθέντα.
καίτοι σύμπας οὐρανὸς ὑπὸ θεοῦ γέγονεν, αἰεὶ δὲ τὸ ποιοῦν
τοῦ γινομένου προελήλυθεν· ὥστε ἐξ ἀνάγκης οὐ μόνον τὰ ἄλλα τῶν
παρ’ ἡμῖν, ἀλλὰ καὶ τὸ πάντων ὀξυκινητότατον, ὁ νοῦς, ἀπεριγράφοις
<lb n="5"/> <add>ἂν</add> ἀπολειφθείη τῆς καταλήψεως τοῦ αἰτίου διαστήμασιν. ἀλλ’ οἱ μὲν
ἀστέρες παραμείβονται τὰ κινούμενα καὶ αὐτοὶ κινούμενοι, ὁ δὲ θεός, τὸ
παραδοξότατον, ἑστὼς ἔφθακε πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="20"><p>λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις
δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ
<lb n="10"/> τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς
 καὶ ἀσωμάτους τῆς  <milestone unit="altpage2" n="p. 230 M."/> διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι.</p></div></div></body></text></TEI>