δοκεῖ δέ μοι καὶ πρὶν ἄρξασθαι τῆσδε τῆς σκέψεως ὁ ἱεροφάντης τὸ μέγιστον αὐτῆς κατανοῆσαι, ἐξ ὧν αὐτὸν ἱκετεύει τὸν ὄντα μηνυτὴν καὶ ὑφηγητὴν τῆς ἑαυτοῦ φύσεως γενέσθαι. λέγει γάρ· "ἐμφάνισόν μοι σεαυτόν“ (Exod. 33,13), ἐναργέστατα διὰ τούτου παριστὰς ὅτι τῶν γεγονότων ἱκανὸς οὐδὲ εἷς ἐξ ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. διὰ τοῦτο καὶ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’ εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος; ἀλλὰ μήποτε ὅπερ αἰνίττεται τοιοῦτόν ἐστιν· ὁ σοφὸς αἰεὶ γλιχόμενος κατανοῆσαι τὸν ἡγεμόνα τοῦ παντός, ὅταν τὴν δι’ ἐπιστήμης καὶ σοφίας ἀτραπὸν βαδίζῃ, λόγοις μὲν προεντυγχάνει θείοις παρ’ οἷς προκαταλύει, τρέπεσθαι δὲ τὴν ἄλλην ἐγνωκὼς ἐπέχεται· διοιχθέντων γὰρ τῶν διανοίας ὀμμάτων ὀξυδερκέστερον εἶδεν ὅτι ἐπὶ τὴν δυσαλώτου πράγματος θήραν ἀναδέδυκεν ἐξαναχωροῦντος αἰεὶ καὶ μακρὰν ἀφισταμένου καὶ φθάνοντος ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοὺς διώκοντας. εὖ γοῦν νομίζει, ὅτι πάνθ’ ὅσα τῶν ὑπ’ οὐρανὸν ὠκυδρομώτατα ἑστάναι ἂν δόξαι 1 γνόφῳ U Clem.: χρόνῳ D 2 καὶ χρόνου Clem. D: ἀχρόνου U 4. 5 διὰ γὰρ τῶν ὅλων τὰς ἑαυτοῦ δυνάμεις conicio profectus a Dielsii coniectura θείας τείνας ἑαυτὸν Mang. 7 ζητεῖ (sic v) ex ζητῇ corr. U 9 παντὶ γενητῷ (cf. 5,10) 10 μέγεθος coni. Mang., ἀνήνυτον conicio 17 ἔστι scripsi: τι U 23 ἀποδέδυκεν conicio, ἐνδέδυκεν coni. Cohn 24 εὖ Mang.: εἰ U γοῦν scripsi: οὑν U, fortasse gravior corruptela latet 25 νομίζει Cohn: νομίζεις U δέξαι Mang. πρὸς τὴν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων φορὰν ἀστέρων ἀντεξετασθέντα. καίτοι σύμπας οὐρανὸς ὑπὸ θεοῦ γέγονεν, αἰεὶ δὲ τὸ ποιοῦν τοῦ γινομένου προελήλυθεν· ὥστε ἐξ ἀνάγκης οὐ μόνον τὰ ἄλλα τῶν παρ’ ἡμῖν, ἀλλὰ καὶ τὸ πάντων ὀξυκινητότατον, ὁ νοῦς, ἀπεριγράφοις ἂν ἀπολειφθείη τῆς καταλήψεως τοῦ αἰτίου διαστήμασιν. ἀλλ’ οἱ μὲν ἀστέρες παραμείβονται τὰ κινούμενα καὶ αὐτοὶ κινούμενοι, ὁ δὲ θεός, τὸ παραδοξότατον, ἑστὼς ἔφθακε πάντα. λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι.