<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="11"><p> τὸ
<note xml:lang="mul" type="footnote"><lb/>7 ἀποδεδομένου συμβαλούσῃ Mang.
<lb/>8 μὴν εἴ γε coni. Mang. 8.
<lb/>9 τοῦ ἀπολειπομένου ὑπ’ αὐτοῦ Holwerda (ipse conicceiam)
<lb/>13 δ’ addidi
<lb/>14 τι, μέρους coni. Mang.
<lb/>16 φίλην add. Mang.
<lb/>21 ἀπαρατήτου U
<lb/>25 ἢ U καινοτέραν Tisch.: καινότερον U 28.
<lb/>29 ἑκουσίου τε καὶ ἀκουσίου conicio
<lb/>31 Κάιν Mang.: κακία U
<lb/>32 τἠμῇ U</note>  

<pb n="v.2.p.3"/>
δὲ ἑκούσιον ἅτε βουλῇ καὶ προμηθείᾳ γενόμενον ἀνιάτους εἰς ἀεὶ κῆρας
ἐνδέξεται. καθάπερ γὰρ τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα,
τὸν αὐτὸν τρόπον ἐν τοῖς ἁμαρτήμασι κουφότερα τῶν ἑκουσίων τὰ
ἀκούσια. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="12"><p><milestone unit="altref" n="4"/> τὸν μὲν οὖν Κάιν ἐκ προσώπου τοῦ θεοῦ μεταστάντα ἡ <lb n="5"/> τιμωρὸς ἀσεβῶν ἐκδέξεται δίκη. Μωυσῆς δὲ τοῖς γνωρίμοις αὑτοῦ
παράγγελμα κάλλιστον ὑποθήσεται, „ἀγαπᾶν τὸν θεὸν καὶ εἰσακούειν καὶ
ἔχεσθαι αὐτοῦ" (Deut. 30, 20)· ταύτην γὰρ εἶναι ζωὴν τὴν πρὸς
ἀλήθειαν εὐήμερόν τε καὶ μακραίωνα. πάνυ δ’ ἐμφαντικῶς ἐπὶ τὴν τοῦ
τριποθήτου καὶ ἀξιεράστου καλεῖ τιμὴν εἰπὼν ἔχεσθαι αὐτοῦ, τὸ συνεχὲς
<lb n="10"/> καὶ ἐπάλληλον καὶ ἀδιάστατον τῆς κατ’ οἰκείωσιν ἁρμονίας καὶ ἑνώσεως
παριστάς. ἃ μὲν δὴ τοῖς ἄλλοις παραινεῖ, ταῦτά ἐστι καὶ τοιαῦτα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="13"><p>αὐτὸς δ’ οὕτως ἀπαύστως ὀρέγεται τοῦ ὁρᾶν καὶ πρὸς αὐτοῦ ὁρᾶσθαι,
ὥσθ’ ἱκετεύει δυστόπαστον οὖσαν τὴν ἑαυτοῦ φύσιν δηλῶσαι γνωρίμως
(Exod. 33, 13), ἵν’ ἤδη ποτὲ ἀψευδοῦς δόξης μεταλαβὼν ἀβεβαίου ἐνδοιασμοῦ
<lb n="15"/> βεβαιοτάτην πίστιν ἀλλάξηται. καὶ ἐπιτείνων οὐκ ἀνήσει τὸν
πόθον, ἀλλὰ καὶ γνοὺς ὅτι δυσθηράτου μᾶλλον δὲ ἀνεφίκτου πράγματος
ἐρᾷ, ὅμως ἐπαγωνιεῖται μηδὲν συντόνου σπουδῆς ἀνιείς, ἀλλὰ πᾶσι τοῖς
παρ’ ἑαυτοῦ εἰς τὸ τυχεῖν ἀπροφασίστως καὶ ἀόκνως συγχρώμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="14"><p><milestone unit="altref" n="5"/> ἤδη γοῦν καὶ εἰς τὸν γνόφον ὅπου ἦν ὁ θεὸς εἰσελεύσεται (Exod. <lb n="20"/> 20, 21), τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας.
<note xml:lang="mul" type="footnote"><lb/>1 γινόμενον conicio 2.
<lb/>3 τὰ κατορθώματα DK
<lb/>4 μεταναστάντα coni. Mang. 
<lb/>5 αὐτοῦ U
<lb/>7 et
<lb/>9 ἔχεσθαι Mang.: εὔχεσθαι U
<lb/>10 ἀδιάσπαστον coni. Mang. 
<lb/>10 ἑνώσεως U
<lb/>12 ἀπλήστως coni. Mang.
<lb/>15 ἀνταλλάξηται vel ἀντικαταλλάξηται τ coni. Mang.
<lb/>18 ἑαυ U, ἑαυτὸν fortasse legendum propter hiatum, ἑαυτῷ <add>νοήμασιν</add> coni. Diels
<lb/>20 ἀειδεῖς Clem. (Mang.): ἀηδεῖς U ὄντος Clem. (Mang.): οὗτος U</note> <note xml:lang="mul" type="footnote"><lb/>2 —
<lb/>4 DK fol. 161v Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: καθάπερ τὰ — τὰ ἀκούσια. D R fol. 125v Φίλωνος: τὰ ἐκ προνοίας ἀμείνω τῶν ἀκουσίων κατορθώματα. 
<lb/>19 sqq. Clemens Alex. Strom. II ἑ ὅ p. 431 P: ὅθεν ὁ Μωυσῆς οὔποτε ἀνθρωπίνη σοφία γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος ἐμφάνισόν μοι σεαυτόν φησι καὶ εἰς τὸν γνόφον, οὗ ἢν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος διὸ οὐδ’ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος . . . . V
<lb/>72 p. 689 P: οὔκουν ἐν τόπῳ ἢ χρόνῳ add. Mang.) τὸ πρῶτον αἴτιον, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου . . . . διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν „ἐμφάνισόν μοι σαυτόν“ ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ’ ἡ μόνη τῆ παρ’ αὐτοῦ δυνάμει γνωστόν. ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος . . . . ibid. 79 p. 092 P: ὅταν λέγῃ ἡ γραφὴ „εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός“, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς ὁ θεὸς ἀόρατός ἐστι καὶ ἄρρητος, γνόφος δὲ ὡς ἀληθῶς 1* ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται (ἐπιπροσθεῖται?). cf. etiam Orig. Contra Celsum VI
<lb/>11 p. 643, Comment. in loann. II 23 p. 80.
<lb/>1 —
<lb/>2 DC fol. 30r Φίλωνος ἐκ τῆς νόμων ἀλληγορίας et fol. 44r ἐκ τοῦ αὐτοῦ, D R fol. 20r Φίλωνος ἐκ τῆς νόμων ἀλληγορίας et fol. 55v τοῦ αὐτοῦ: οὐκ ἐν χρόνῳ τὸ αἴτιον οὐδέ συνόλως (οὖν ὅλως D1 C D1 R) ἐν τόπῳ, ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου.</note>  

<pb n="v.2.p.4"/>
οὐ γὰρ ἐν γνόφῳ  τὸ αἴτιον οὐδὲ συνόλως ἐν τόπῳ, <milestone unit="altpage1" n="p. 229 M"/>  ἀλλ’ ὑπεράνω καὶ
τόπου καὶ χρόνου· τὰ γὰρ γεγονότα πάντα ὑποζεύξας ἑαυτῷ περιέχεται
μὲν ὑπ’ οὐδενός, ἐπιβέβηκε δὲ πᾶσιν. ἐπιβεβηκὼς δὲ καὶ ἔξω τοῦ
δημιουργηθέντος ὢν οὐδὲν ἧττον πεπλήρωκε τὸν κόσμον ἑαυτοῦ· διὰ γὰρ
* * * δυνάμεως ἄχρι περάτων τείνας ἕκαστον ἑκάστῳ κατὰ τοὺς ἁρμονίας <lb n="5"/>
 λόγους συνύφηνεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="15"><p>ὅταν οὖν φιλόθεος ψυχὴ τὸ τί ἐστι τὸ ὂν κατὰ
τὴν οὐσίαν ζητῇ, εἰς ἀειδῆ καὶ ἀόρατον ἔρχεται ζήτησιν, ἐξ ἧς αὐτῇ
περιγίνεται μέγιστον ἀγαθόν, καταλαβεῖν ὅτι ἀκατάληπτος ὁ κατὰ τὸ εἶναι
 θεὸς παντὶ καὶ αὐτὸ τοῦτο ἰδεῖν ὅτι ἐστὶν ἀόρατος.</p></div></div></body></text></TEI>