<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="98"><p>κατάρατον δέ φησι τὸν νοῦν οὐκ ἀπ’
ἄλλου τινὸς ἢ ἀπὸ τῆς γῆς ἔσεσθαι· τῶν γὰρ χαλεπωτάτων αὐτοῦ <lb n="15"/>
συμφορῶν τὸ περὶ ἕκαστον ἡμῶν γεῶδες αἴτιον εὑρίσκεται· τὸ γοῦν
σῶμα ἢ νόσῳ χρησάμενον τὰς ἀφ’ ἑαυτοῦ προσβαλὸν κῆρας ἄσης καὶ
ἀδημονίας αὐτὸν ἐνέπλησεν ἢ πιανθὲν ἀμέτρως ἀπολαύσει ἡδονῶν
 ἀμβλυτέρας τὰς εἰς τὸ καταλαμβάνειν ἀκμὰς ἀπειργάσατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="99"><p>καὶ μὲν δὴ
ἑκάστη τῶν αἰσθήσεων δεκτικὴ βλάβης ἐστίν· ἢ γὰρ κάλλος ἰδὼν ἔρωτος <lb n="20"/>
ἐτρώθη δεινοῦ πάθους βέλεσιν ἢ θάνατον ἀκούσας γένει προσήκοντός
τινος ὑπὸ λύπης ἐκάμφθη· πολλάκις δὲ καὶ γεῦσις αὐτὸν κατέβαλεν
ἀηδέσι χυλοῖς αἰκισαμένη ἢ πλήθει ἡδέων βαρύνασα· τῶν μὲν γὰρ
πρὸς συνουσίαν οἴστρων τί δεῖ μεμνῆσθαι; πόλεις ὅλας καὶ χώρας καὶ
κλίματα μεγάλα γῆς οὗτοι διέφθειραν, ὧν μάρτυς ἡ ποιητῶν καὶ συγγραφέων <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="100"><p> πληθὺς σχεδὸν ἅπασα. <milestone unit="altref" n="27"/> τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς
γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· „ἣ ἔχανε τὸ
στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου“ (Gen. 4, 11).
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπεζεύξαμεν scripsi: ὑπεζεύξαμεν codd.; θνητῷ βίῳ ἀθάνατον ὑπεζεὑξαμεν coni. Mang.
<lb/>2 μόνος Mang.: νόμος codd. εὐμενὴς Γ’ (Mang.): εὐμενῶς ceteri 
<lb/>3 Αἰγυπτίων coni. Mang.
<lb/>5 ἄγους FIIL: ἅγους V
<lb/>6 ἀρὰς] ἀρετὰς HL πρῶτα F
<lb/>7 ἀπὸ Mang.: ἐπὶ codd. ὅτι om. L, ὅτι πρῶτον Turn. 
<lb/>8 ἐδολοφώνησεν H
<lb/>9 τῶ τελείῳ] τῷ τέλει vel τελεῖν coni. Mang., τῇ τελειώσει coni. Wendl.; fortasse τῷ τελειωθέντι
<lb/>11 οὔκ addidi ὕποχοι] ὑπόδικοι coni. Mang., ἀνυπαίτιοι coni. Wendl.
<lb/>15 τῆς om. F αὐτοῦ UL: αὐτῶ H, αὐτῶν F 
<lb/>17 αὐτοῦ UF προσβαλὼν ΗL
<lb/>18 αὐτὸν IIL: ἑαυτὸν UF ἀπολαύσεις U 
<lb/>24 μέμνησαι II
<lb/>25 γῆς] ἁ IIL
<lb/>26 ἀπὸ UF: ἐπὶ HL
<lb/>27 ὁ νῶ κατάρατος transp. U
<lb/>28 αὐτῆς codd.: αὐτῆς v</note>  

<pb n="v.1.p.281"/>
χαλεπὸν γὰρ διοιχθῆναί τε καὶ ἀνευρυνθῆναι τὰ τῶν αἰσθήσεων στόμια,
ὡς ἀχανέσιν αὐτοῖς τὴν τῶν αἰσθητῶν φορὰν ποταμοῦ πλημμυροῦντος
δίκην ἐπιχεῖσθαι, μηδενὸς τὴν βίαιον ὁρμὴν ἀνωθοῦντος· τότε γὰρ
ἐγκαταποθεὶς ὁ νοῦς τοσούτῳ κλύδωνι βύθιος εὑρίσκεται, μηδ’ ὅσον
<lb n="5"/> ἀνανήξασθαι καὶ ὑπερκῦψαι δυνάμενος.</p></div></div></body></text></TEI>