Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· „καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς“ (Gen. 4,11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης. ἕως μὲν γὰρ τὰ αἰσχρὰ μόνον ἐννοοῦμεν κατὰ ψιλὴν τοῦ νοῦ φαντασίαν, τότε τῆς διανοίας οὔκ ἐσμεν ὕποχοι, δύναται γὰρ καὶ ἀκουσίως ἡ ψυχὴ τρέπεσθαι· ὅταν δὲ προσγένηται τοῖς βουλευθεῖσιν ἡ πρᾶξις, ὑπαίτιον γίνεται καὶ τὸ βουλεύσασθαι, τὸ γὰρ ἑκουσίως διαμαρτάνειν ταύτῃ μάλιστα διαγνωρίζεται. κατάρατον δέ φησι τὸν νοῦν οὐκ ἀπ’ ἄλλου τινὸς ἢ ἀπὸ τῆς γῆς ἔσεσθαι· τῶν γὰρ χαλεπωτάτων αὐτοῦ συμφορῶν τὸ περὶ ἕκαστον ἡμῶν γεῶδες αἴτιον εὑρίσκεται· τὸ γοῦν σῶμα ἢ νόσῳ χρησάμενον τὰς ἀφ’ ἑαυτοῦ προσβαλὸν κῆρας ἄσης καὶ ἀδημονίας αὐτὸν ἐνέπλησεν ἢ πιανθὲν ἀμέτρως ἀπολαύσει ἡδονῶν ἀμβλυτέρας τὰς εἰς τὸ καταλαμβάνειν ἀκμὰς ἀπειργάσατο. καὶ μὲν δὴ ἑκάστη τῶν αἰσθήσεων δεκτικὴ βλάβης ἐστίν· ἢ γὰρ κάλλος ἰδὼν ἔρωτος ἐτρώθη δεινοῦ πάθους βέλεσιν ἢ θάνατον ἀκούσας γένει προσήκοντός τινος ὑπὸ λύπης ἐκάμφθη· πολλάκις δὲ καὶ γεῦσις αὐτὸν κατέβαλεν ἀηδέσι χυλοῖς αἰκισαμένη ἢ πλήθει ἡδέων βαρύνασα· τῶν μὲν γὰρ πρὸς συνουσίαν οἴστρων τί δεῖ μεμνῆσθαι; πόλεις ὅλας καὶ χώρας καὶ κλίματα μεγάλα γῆς οὗτοι διέφθειραν, ὧν μάρτυς ἡ ποιητῶν καὶ συγγραφέων πληθὺς σχεδὸν ἅπασα. τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· „ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου“ (Gen. 4, 11). 1 ἐπεζεύξαμεν scripsi: ὑπεζεύξαμεν codd.; θνητῷ βίῳ ἀθάνατον ὑπεζεὑξαμεν coni. Mang. 2 μόνος Mang.: νόμος codd. εὐμενὴς Γ’ (Mang.): εὐμενῶς ceteri 3 Αἰγυπτίων coni. Mang. 5 ἄγους FIIL: ἅγους V 6 ἀρὰς] ἀρετὰς HL πρῶτα F 7 ἀπὸ Mang.: ἐπὶ codd. ὅτι om. L, ὅτι πρῶτον Turn. 8 ἐδολοφώνησεν H 9 τῶ τελείῳ] τῷ τέλει vel τελεῖν coni. Mang., τῇ τελειώσει coni. Wendl.; fortasse τῷ τελειωθέντι 11 οὔκ addidi ὕποχοι] ὑπόδικοι coni. Mang., ἀνυπαίτιοι coni. Wendl. 15 τῆς om. F αὐτοῦ UL: αὐτῶ H, αὐτῶν F 17 αὐτοῦ UF προσβαλὼν ΗL 18 αὐτὸν IIL: ἑαυτὸν UF ἀπολαύσεις U 24 μέμνησαι II 25 γῆς] ἁ IIL 26 ἀπὸ UF: ἐπὶ HL 27 ὁ νῶ κατάρατος transp. U 28 αὐτῆς codd.: αὐτῆς v χαλεπὸν γὰρ διοιχθῆναί τε καὶ ἀνευρυνθῆναι τὰ τῶν αἰσθήσεων στόμια, ὡς ἀχανέσιν αὐτοῖς τὴν τῶν αἰσθητῶν φορὰν ποταμοῦ πλημμυροῦντος δίκην ἐπιχεῖσθαι, μηδενὸς τὴν βίαιον ὁρμὴν ἀνωθοῦντος· τότε γὰρ ἐγκαταποθεὶς ὁ νοῦς τοσούτῳ κλύδωνι βύθιος εὑρίσκεται, μηδ’ ὅσον ἀνανήξασθαι καὶ ὑπερκῦψαι δυνάμενος.