<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="92"><p>τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος
<lb n="10"/> καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ
δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς
τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες
ἀναφθεγγόμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="93"><p>ὁ δὲ ἅτε ἀγαθὸς ὢν καὶ ἵλεως τοὺς ἱκέτας οὐκ ἀποστρέφεται, καὶ μάλισθ’ ὅταν ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις καὶ πάθεσι
<lb n="15"/> στενάζοντες ἀψευδῶς καὶ ἀπλάστως ἐκβοῶσι· τότε γὰρ ἀναβαίνειν φησὶ
Μωυσῆς τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν (Exod. 2, 23), τὸν δὲ
ἐπακούσαντα ῥύεσθαι τῶν παρεστώτων κακῶν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="94"><p>ταῦτα δὲ πάντα γίνεσθαι, ὅταν ὁ βασιλεὺς Αἰγύπτου τελευτήσῃ· τὸ παραδοξότατον· εἰκὸς γὰρ ἦν
ἀποθανόντος τυράννου χαίρειν καὶ γεγηθέναι τοὺς τυραννουμένους· ἀλλὰ
<lb n="20"/> τότε λέγονται στενάζειν· „μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας
ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραήλ“
(ibid.).</p></div></div></body></text></TEI>