<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="91"><p><milestone unit="altref" n="25"/> Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ „φωνὴν αἵματος βοᾶν“ (Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως
<lb n="5"/> ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν·
τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν
εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="92"><p>τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος
<lb n="10"/> καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ
δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς
τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες
ἀναφθεγγόμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="93"><p>ὁ δὲ ἅτε ἀγαθὸς ὢν καὶ ἵλεως τοὺς ἱκέτας οὐκ ἀποστρέφεται, καὶ μάλισθ’ ὅταν ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις καὶ πάθεσι
<lb n="15"/> στενάζοντες ἀψευδῶς καὶ ἀπλάστως ἐκβοῶσι· τότε γὰρ ἀναβαίνειν φησὶ
Μωυσῆς τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν (Exod. 2, 23), τὸν δὲ
ἐπακούσαντα ῥύεσθαι τῶν παρεστώτων κακῶν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="94"><p>ταῦτα δὲ πάντα γίνεσθαι, ὅταν ὁ βασιλεὺς Αἰγύπτου τελευτήσῃ· τὸ παραδοξότατον· εἰκὸς γὰρ ἦν
ἀποθανόντος τυράννου χαίρειν καὶ γεγηθέναι τοὺς τυραννουμένους· ἀλλὰ
<lb n="20"/> τότε λέγονται στενάζειν· „μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας
ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραήλ“
(ibid.).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="95"><p>πρὸς μὲν οὖν τὸ ῥητὸν ἡ λέξις τὸ εὔλογον οὐ περιέχει, πρὸς δὲ τὰς ἐν ψυχῇ δυνάμεις τὸ κατ’ αὐτὴν ἀκόλουθον εὑρίσκεται.
ὁ γὰρ ἀνασκιδνὰς καὶ ἀπορρίπτων τὰς περὶ τῶν καλῶν δόξας ὅταν ἐν
<lb n="25"/> ἡμῖν ζωπυρῆται Φαραὼ καὶ ὑγιαίνειν δοκῇ, εἰ δή τινα τῶν φαύλων
ὑγιαίνειν λεκτέον, τὴν ἡδονὴν ἀποδεχόμεθα ἐγκράτειαν πέραν ὅρων
ἐλαύνοντες· ὅταν δὲ ἀπόκρατος γένηται καὶ τρόπον τινὰ τελευτήσῃ ὁ τοῦ
βδελυρῶς καὶ ἀσελγῶς ζῆν αἴτιος, τὸν σώφρονα ἐναυγασθέντες βίον
μετακλαίομεν καὶ μεταστένομεν τῆς παλαιᾶς διαίτης ἑαυτούς, ὅτι ἡδονὴν
<note xml:lang="mul" type="footnote"><lb/>2 ὁλκὰς Turn.
<lb/>4 τὸ δὲ — ψυχῆς (5) om. F οὕτως] ὄντως Η 
<lb/>5 ἀποδώσωμεν Η
<lb/>7 τι om. U
<lb/>11 πληροῦσαι H
<lb/>12 τῇ μὲν] ἡ μὲν H
<lb/>14 μάλιστ’ H
<lb/>15 στενάξαντες UF
<lb/>17 ἐπακούσαντα UF: ὑπακούσαντα HL ῥύεσθαι UFH: ῥύσασθαι L
<lb/>18 παραδοξώτατον H
<lb/>22 μὲν οὖν UF: οὖν om. HL
<lb/>23 ψυχὴ F: ψυχαῖς ceteri δυνάμεις] δυναμέναις H
<lb/>24 ἀνασκιδνὰς codd.: ἀνασκιδνῶν v 
<lb/>25 ζωπυρῆται Η: ζωοπυρῆται UL, ζωοπυρῆσαι F
<lb/>26 ἀπεδεχόμεθα Η
<lb/>27 ἀπόκρατος] ἀπὸ κρατὸς H; ἀποκόρεστος coni. Koch (Siegfried, Philo p.
<lb/>46 3) 28 ἐναυγασθέντος F</note>  

<pb n="v.1.p.280"/>
ἀρετῆς προτιμήσαντες θνητὸν βίον ἀθανάτῳ ἐπεζεύξαμεν· λαβὼν δ’
οἶκτον τῆς συνεχοῦς ἡμῶν ὀλοφύρσεως ὁ μόνος <milestone unit="altpage1" n="p. 210 M"/>  εὐμενὴς προσίεται ψυχὰς
ἱκέτιδας, τὸν δὲ ἐπισεισθέντα τῶν παθῶν Αἰγύπτιον σκηπτὸν ῥᾳδίως
ἀπωθεῖται.</p></div></div></body></text></TEI>