Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ „φωνὴν αἵματος βοᾶν“ (Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν· τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα. τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες ἀναφθεγγόμεθα. ὁ δὲ ἅτε ἀγαθὸς ὢν καὶ ἵλεως τοὺς ἱκέτας οὐκ ἀποστρέφεται, καὶ μάλισθ’ ὅταν ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις καὶ πάθεσι στενάζοντες ἀψευδῶς καὶ ἀπλάστως ἐκβοῶσι· τότε γὰρ ἀναβαίνειν φησὶ Μωυσῆς τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν (Exod. 2, 23), τὸν δὲ ἐπακούσαντα ῥύεσθαι τῶν παρεστώτων κακῶν· ταῦτα δὲ πάντα γίνεσθαι, ὅταν ὁ βασιλεὺς Αἰγύπτου τελευτήσῃ· τὸ παραδοξότατον· εἰκὸς γὰρ ἦν ἀποθανόντος τυράννου χαίρειν καὶ γεγηθέναι τοὺς τυραννουμένους· ἀλλὰ τότε λέγονται στενάζειν· „μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραήλ“ (ibid.). πρὸς μὲν οὖν τὸ ῥητὸν ἡ λέξις τὸ εὔλογον οὐ περιέχει, πρὸς δὲ τὰς ἐν ψυχῇ δυνάμεις τὸ κατ’ αὐτὴν ἀκόλουθον εὑρίσκεται. ὁ γὰρ ἀνασκιδνὰς καὶ ἀπορρίπτων τὰς περὶ τῶν καλῶν δόξας ὅταν ἐν ἡμῖν ζωπυρῆται Φαραὼ καὶ ὑγιαίνειν δοκῇ, εἰ δή τινα τῶν φαύλων ὑγιαίνειν λεκτέον, τὴν ἡδονὴν ἀποδεχόμεθα ἐγκράτειαν πέραν ὅρων ἐλαύνοντες· ὅταν δὲ ἀπόκρατος γένηται καὶ τρόπον τινὰ τελευτήσῃ ὁ τοῦ βδελυρῶς καὶ ἀσελγῶς ζῆν αἴτιος, τὸν σώφρονα ἐναυγασθέντες βίον μετακλαίομεν καὶ μεταστένομεν τῆς παλαιᾶς διαίτης ἑαυτούς, ὅτι ἡδονὴν 2 ὁλκὰς Turn. 4 τὸ δὲ — ψυχῆς (5) om. F οὕτως] ὄντως Η 5 ἀποδώσωμεν Η 7 τι om. U 11 πληροῦσαι H 12 τῇ μὲν] ἡ μὲν H 14 μάλιστ’ H 15 στενάξαντες UF 17 ἐπακούσαντα UF: ὑπακούσαντα HL ῥύεσθαι UFH: ῥύσασθαι L 18 παραδοξώτατον H 22 μὲν οὖν UF: οὖν om. HL 23 ψυχὴ F: ψυχαῖς ceteri δυνάμεις] δυναμέναις H 24 ἀνασκιδνὰς codd.: ἀνασκιδνῶν v 25 ζωπυρῆται Η: ζωοπυρῆται UL, ζωοπυρῆσαι F 26 ἀπεδεχόμεθα Η 27 ἀπόκρατος] ἀπὸ κρατὸς H; ἀποκόρεστος coni. Koch (Siegfried, Philo p. 46 3) 28 ἐναυγασθέντος F ἀρετῆς προτιμήσαντες θνητὸν βίον ἀθανάτῳ ἐπεζεύξαμεν· λαβὼν δ’ οἶκτον τῆς συνεχοῦς ἡμῶν ὀλοφύρσεως ὁ μόνος εὐμενὴς προσίεται ψυχὰς ἱκέτιδας, τὸν δὲ ἐπισεισθέντα τῶν παθῶν Αἰγύπτιον σκηπτὸν ῥᾳδίως ἀπωθεῖται.