<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="9"><p> λόγον ἔχειν —, ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα. <milestone unit="altref" n="4"/> ταύτην οὖν <lb n="10"/>
τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν
ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ
σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ
πεπιστευκότας. „ἰδοὺ“ γάρ φησιν „οἱ ἀδελφοί σου ποιμαίνουσι“ καὶ
ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς „ἐν Συχέμ“ (Gen. 37, 13)· <lb n="15"/>
ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος
μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ
πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις
 ἀντίταξιν.</p></div></div></body></text></TEI>