<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="86"><p><milestone unit="altref" n="24"/> μηκέτ’ οὖν ἀπορῶμεν, πῶς ἔννοιαν ἔλαβεν ἄνθρωπος θεοῦ τοῦ <lb n="25"/> ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς
ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν
εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα
ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν —
<note xml:lang="mul" type="footnote"><lb/>2 τῷ δ’] τὸ δ’ U
<lb/>9 ὁ δὲ θεός H
<lb/>10 τῆς om. F κέκληται HL: κεκλήρωται UF
<lb/>13 πνεῦμα ὀνομάζει UF: πνεῦμα om. HL, ὀνομάζει πνεῦμα Mang. (in Addendis) καλῶ U
<lb/>14 ᾦ] οὐ U
<lb/>15 ὑστάτου F
<lb/>16 ἐξῆψεν U ὁ] ὁ H
<lb/>18 κατωκάρα corr. Turn.: κατωκάρανα codd. ἀνθρώπω HL 
<lb/>19 ἔχοι UF: ἔχει H, ἔχῃ L
<lb/>21 προσερίζου U
<lb/>22 περὶ γῆς UF ἐξῴκισεν U, ἐξῴκησε F
<lb/>23 ἀέρος] αἰθέρος coni. Mang.
<lb/>25 Μώσεως F, Μωσέος Η 
<lb/>26 ὧδε om. HL1 τῳ] τῶν UF σωματοποιῶν F</note> <note xml:lang="mul" type="footnote"><lb/>16 φυτὸν οὐράνιον: cf. Plat. Tim.
<lb/>90 Α</note>  

<pb n="v.1.p.278"/>
εὐδαιμονίας γὰρ καὶ μακαριότητος ὅρος οὗτος —, ἄνωθεν ἐνέπνει τῆς
ἰδίου θειότητος· ἡ δ’ ἀόρατος ἀοράτῳ ψυχῇ τοὺς ἑαυτῆς τύπους
 ἐνεσφαγίζετο, ἵνα μηδ’ ὁ περίγειος χῶρος εἰκόνος ἀμοιρήσῃ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="87"><p>τὸ
δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή,
τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους <lb n="5"/>
ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν
ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν
ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ
συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων
καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν <lb n="10"/>
ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους
 ἀποτελεῖται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="88"><p>ἢ πάλιν δι’ ἀέρος εἰς οὐρανὸν ἀπὸ γῆς ἀνίπτασθαι καὶ
τὰς ἐν οὐρανῷ φύσεις ἐξετάζειν, ὡς ἔχουσιν, ὡς κινοῦνται, τίνες ὅροι
τῆς κινήσεως ἀρχῆς καὶ τέλους αὐταῖς, πῶς ἀλλήλαις τε καὶ τῷ παντὶ
κατά τι συγγενείας δίκαιον ἁρμόζονται; τέχνας τε καὶ ἐπιστήμας <lb n="15"/>
ἐπινοῆσαι, ὅσαι τά τε ἐκτὸς δημιουργοῦσι καὶ τὰ περὶ σῶμα καὶ ψυχήν,
ὡς ἑκάτερον βελτιωθήσεται, πραγματεύονται, καὶ μυρία ἄλλα, ὧν οὔτε
 ἀριθμὸν οὔτε φύσιν λόγῳ περιλαβεῖν εὔπορον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="89"><p>μόνον γὰρ αὐτὸ τῶν παρ’
ἡμῖν ὁ νοῦς ἅτε πάντων ὠκυδρομώτατος καὶ τὸν χρόνον, ἐν ᾧ γίνεσθαι
δοκεῖ, φθάνει καὶ παραμείβεται, κατὰ ἀοράτους δυνάμεις ἀχρόνως τοῦ <lb n="20"/>
τε παντὸς καὶ μερῶν καὶ τῶν τούτων αἰτίων ἐπιψαύων. ἤδη δὲ οὐ
μόνον ἄχρι τῶν γῆς καὶ θαλάττης ἀλλὰ καὶ ἀέρος καὶ οὐρανοῦ περάτων
ἐλθὼν οὐδ’ ἐνταῦθα ἔστη, βραχὺν ὅρον τοῦ συνεχοῦς καὶ ἀπαύστου
δρόμου νομίσας τὸν κόσμον εἶναι, προσωτέρω δὲ χωρῆσαι γλιχόμενος
καὶ τὴν ἀκατάληπτον θεοῦ φύσιν, ὅτι μὴ πρὸς τὸ εἶναι μόνον, καταλαβεῖν, <lb n="25"/>
 ἢν δύνηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="90"><p>πῶς οὖν εἰκὸς βραχὺν οὕτως ὄντα τὸν ἀνθρώπινον
νοῦν μήνιγγι ἢ καρδίᾳ, βραχέσιν ὄγκοις, ἐγκατειλημμένον μέγεθος οὐρανοῦ
καὶ κόσμου <milestone unit="altpage1" n="p. 209 M."/>  χωρῆσαι τοσοῦτον, εἰ μὴ τῆς θείας καὶ εὐδαίμονος
ψυχῆς ἐκείνης ἀπόσπασμα ἦν οὐ διαιρετόν; τέμνεται γὰρ οὐδὲν τοῦ
θείου κατ’ ἀπάρτησιν, ἀλλὰ μόνον ἐκτείνεται. διὸ μεμοιραμένος τῆς ἐν <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ὅρος om. UF
<lb/>2 ἀόρατος] ἀοράτως coni. Mang. ψυχὴ H 
<lb/>5 θνητοὺς U
<lb/>7 ἡδύνατο om. UF
<lb/>8 ἐθῶν] ἐθνῶν UH
<lb/>11 καὶ ἐξ U
<lb/>12 ἀνίστασθαι U
<lb/>14 ἀρχῆς τε καὶ U
<lb/>16 ὅσα F 
<lb/>18 αὐτὸ UF: αὐτῶ H, αὐτὰ L τῶν] τῶ F
<lb/>20 κατὰ UFH: κατὰ τὰς L
<lb/>21 αἰτιῶν F
<lb/>24 δὲ χωρῆσαι codd.: δ’ ἐχώρησε Turn.
<lb/>26 ἢν F: ἢν U, ἦν (sic) H, ἄν L οὕτως] ὄντως F 
<lb/>27 ἡ om. U ἐγκατέιλλημμένον H
<lb/>29 διαιρετέον F 
<lb/>30 κατὰ FH</note>  

<pb n="v.1.p.279"/>
τῷ παντὶ τελειότητος, ὅταν ἐννοῇ κόσμον, τοῖς πέρασι τοῦ παντὸς
συνευρύνεται ῥῆξιν οὐ λαμβάνων· ὁλκὸς γὰρ ἡ δύναμις αὐτοῦ.</p></div></div></body></text></TEI>