<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="81"><p>καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων
ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις <lb n="25"/>
δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα
διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ
 συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. τί οὖν λεκτέον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="82"><p>ἕκαστον ἡμῶν
κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν om. F
<lb/>3 διαφθορὰς U
<lb/>5 φύρουσι UF: φέρουσι HL
<lb/>6 τοῦ om U ἀνείρηκε U
<lb/>7 οὐ τὸ μέρος U οὐ τὴν] αὐτὴν U
<lb/>8 φθαρτὰ voluit Mang. 
<lb/>9 αὐτὸν U: αὐτῶ ceteri κἀπιχλευάζων U: κἀν πη χλευάζων F, καὶ ἐπιχλευάζων HL
<lb/>11 ὧ HL: τῶ UF ἐδύνασο HL
<lb/>13 πάνυ δὲ <add>προσφυῶς</add> coni. Mang. 
<lb/>14 τὰ λεγόμενα Η
<lb/>17 ἐπισκεψόμεθα HL
<lb/>18 οὐσία UF
<lb/>19 λέγον UF
<lb/>20 τὴν τοῦ οὐρανοῦ U
<lb/>21 μεταξὺ] μετὰ ταῦτα coni. Mang. τὸν adflidi
<lb/>22 εἰς] εἰ U
<lb/>23 ὁ om. F, ὁ ἄνθρωπος om. HL ζῶσαν U: ζωῆς ceteri πάλιν Wendl.: πάλαι codd.
<lb/>27 διαφέρων UII σῶμά τι scripsi: σώματι codd.; πνεύματος coni. Markland
<lb/>29 τομὰς UF: τιμὰς liL ἀριθμῶ UF: ἀριθμῶν HL συμβέβηκεν U</note>  

<pb n="v.1.p.277"/>
ἄνθρωπον· ἑκατέρῳ δὲ τούτων συγγενὴς δύναμις τῶν κατὰ ψυχὴν ἀποκεκλήρωται,
τῷ μὲν ἡ ζωτική, καθ’ ἣν ζῶμεν, τῷ δ’ ἡ λογική, καθ’
ἣν λογικοὶ γεγόναμεν· τῆς μὲν οὖν ζωτικῆς μετέχει καὶ τὰ ἄλογα, τῆς
δὲ λογικῆς οὐ μετέχει μέν, ἄρχει δὲ ὁ θεός, ἡ τοῦ πρεσβυτάτου λόγου
<lb n="5"/> πηγή. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="83"><p><milestone unit="altref" n="23"/> ἡ μὲν οὖν κοινὴ πρὸς τὰ ἄλογα δύναμις οὐσίαν ἔλαχεν αἷμα, ἡ δὲ ἐκ τῆς λογικῆς ἀπορρυεῖσα πηγῆς τὸ πνεῦμα, οὐκ ἀέρα
κινούμενον, ἀλλὰ τύπον τινὰ καὶ χαρακτῆρα θείας δυνάμεως, ἣν ὀνόματι
κυρίῳ Μωυσῆς εἰκόνα καλεῖ, δηλῶν ὅτι ἀρχέτυπον μὲν φύσεως λογικῆς
ὁ θεός ἐστι, μίμημα δὲ καὶ ἀπεικόνισμα ἄνθρωπος, οὐ τὸ διφυὲς ζῷον, ἀλλὰ
<lb n="10"/> τὸ τῆς ψυχῆς ἄριστον εἶδος, ὃ νοῦς καὶ λόγος κέκληται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="84"><p>διὰ τοῦτο σαρκὸς μὲν ψυχήν φησι τὸ αἷμα, εἰδὼς ὅτι ἡ σαρκῶν φύσις νοῦ μὲν
οὐ μεμοίραται, ζωῆς δὲ καθάπερ καὶ ὅλον ἡμῶν τὸ σῶμα μετέχει,
ἀνθρώπου δὲ ψυχὴν πνεῦμα ὀνομάζει, ἄνθρωπον οὐ τὸ σύγκριμα καλῶν,
ὡς ἔφην, ἀλλὰ τὸ θεοειδὲς ἐκεῖνο δημιούργημα, ᾧ λογιζόμεθα, οὗ τὰς
<lb n="15"/> ῥίζας εἰς οὐρανὸν ἔτεινε καὶ τῆς ὑστάτης τῶν λεγομένων ἀπλανῶν
ἁψῖδος ἐξῆψε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="85"><p>μόνον γὰρ δὴ τῶν ἐπὶ γῆς φυτὸν οὐράνιον ὁ θεὸς ἄνθρωπον εἰργάσατο, τῶν μὲν ἄλλων τὰς κεφαλὰς πηξάμενος ἐν χέρσῳ —
κατωκάρα γὰρ πάντα —, ἀνθρώπου δὲ εἰς τὸ ἄνω προαγαγών, ἵνα τὰς
τροφὰς ὀλυμπίους καὶ ἀφθάρτους ἀλλὰ μὴ γεώδεις καὶ φθαρτὰς ἔχοι·
<lb n="20"/> παρὸ καὶ τοῦ σώματος ἡμῶν τὸ μὲν ὅσον ἀναισθητότατον πλεῖστον
ἀποστήσας λογισμοῦ τὰς βάσεις γῇ προσερρίζου, τὰς δὲ νοῦ δορυφόρους
αἰσθήσεις καὶ αὐτὸν ἐκεῖνον πορρωτάτω μὲν τῶν περὶ γῆν ἐξῴκισε, ταῖς
 δὲ  <milestone unit="altpage2" n="p. 208 M."/> ἀέρος καὶ οὐρανοῦ περιόδοις ἀφθάρτοις οὔσαις ἐνεδήσατο.
</p></div></div></body></text></TEI>