<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="80"><p>πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς
ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά
ἐστιν“ (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς <lb n="20"/>
καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει <milestone unit="altpage1" n="p. 207 M."/>  <add>τὸν</add> ἄνθρωπον ὁ ζῳοπλάστης,
φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο
ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς,
 ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="81"><p>καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων
ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις <lb n="25"/>
δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα
διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ
 συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. τί οὖν λεκτέον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="82"><p>ἕκαστον ἡμῶν
κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν om. F
<lb/>3 διαφθορὰς U
<lb/>5 φύρουσι UF: φέρουσι HL
<lb/>6 τοῦ om U ἀνείρηκε U
<lb/>7 οὐ τὸ μέρος U οὐ τὴν] αὐτὴν U
<lb/>8 φθαρτὰ voluit Mang. 
<lb/>9 αὐτὸν U: αὐτῶ ceteri κἀπιχλευάζων U: κἀν πη χλευάζων F, καὶ ἐπιχλευάζων HL
<lb/>11 ὧ HL: τῶ UF ἐδύνασο HL
<lb/>13 πάνυ δὲ <add>προσφυῶς</add> coni. Mang. 
<lb/>14 τὰ λεγόμενα Η
<lb/>17 ἐπισκεψόμεθα HL
<lb/>18 οὐσία UF
<lb/>19 λέγον UF
<lb/>20 τὴν τοῦ οὐρανοῦ U
<lb/>21 μεταξὺ] μετὰ ταῦτα coni. Mang. τὸν adflidi
<lb/>22 εἰς] εἰ U
<lb/>23 ὁ om. F, ὁ ἄνθρωπος om. HL ζῶσαν U: ζωῆς ceteri πάλιν Wendl.: πάλαι codd.
<lb/>27 διαφέρων UII σῶμά τι scripsi: σώματι codd.; πνεύματος coni. Markland
<lb/>29 τομὰς UF: τιμὰς liL ἀριθμῶ UF: ἀριθμῶν HL συμβέβηκεν U</note>  

<pb n="v.1.p.277"/>
ἄνθρωπον· ἑκατέρῳ δὲ τούτων συγγενὴς δύναμις τῶν κατὰ ψυχὴν ἀποκεκλήρωται,
τῷ μὲν ἡ ζωτική, καθ’ ἣν ζῶμεν, τῷ δ’ ἡ λογική, καθ’
ἣν λογικοὶ γεγόναμεν· τῆς μὲν οὖν ζωτικῆς μετέχει καὶ τὰ ἄλογα, τῆς
δὲ λογικῆς οὐ μετέχει μέν, ἄρχει δὲ ὁ θεός, ἡ τοῦ πρεσβυτάτου λόγου
<lb n="5"/> πηγή. </p></div></div></body></text></TEI>