εἶτ’ οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο 6 δὴ om. HL 8 εἴποι τις ἄν UF ἄν εἴποι τις HL 10 αὐτοὺς U, αὐτοῖς F τὴν ὑμετέραν ψυχὴν om. HL1 11 ἐπηνομρθώσασθα codd. 12 ἑαυτῶν HL ἐρανίσατε HL συνιέντες UFH: συνθέντες L 14 αἰεὶ U οὐ μὴν ἔτι] οὑ μὴν ἤδη coni. Mang., οὐ μέντοι coni. Wendl. 15 ζωοπυρηθέντων FH 19 ἰσοχρόνιον UF διαδοχὰς F 20 εἰς ἀεὶ F: ἐς ἀεὶ ceteri οὕτω HL 21 ἡ σῶφρον post δίκαιον transp. U ἄν otn. U 22 ἀθανάτω UF: ἀθανάτου HL 23 ἀρετὴ] ἀρίστη HL1 24 καὶ post μὴ om. F τῶν] τὸν Γ’ 28 γενομένων F: γινομένων eeteri 30 ἐνεσημήναντο Mang.: ἐσημήναντο codd. ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’ ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι. διὸ πᾶς φίλαυτος, ἐπίκλησιν Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος, τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον; οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας ἀνελών. Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε περὶ τοῦ αἵματος.