<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="76"><p>εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει <lb n="25"/> θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε
ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων
ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας
τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων
ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="77"><p>εἶτ’  οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο
<note xml:lang="mul" type="footnote"><lb/>6 δὴ om. HL
<lb/>8 εἴποι τις ἄν UF ἄν εἴποι τις HL
<lb/>10 αὐτοὺς U, αὐτοῖς F τὴν ὑμετέραν ψυχὴν om. HL1
<lb/>11 ἐπηνομρθώσασθα codd.
<lb/>12 ἑαυτῶν HL ἐρανίσατε HL συνιέντες UFH: συνθέντες L
<lb/>14 αἰεὶ U οὐ μὴν ἔτι] οὑ μὴν ἤδη coni. Mang., οὐ μέντοι coni. Wendl.
<lb/>15 ζωοπυρηθέντων FH
<lb/>19 ἰσοχρόνιον UF διαδοχὰς F
<lb/>20 εἰς ἀεὶ F: ἐς ἀεὶ ceteri οὕτω HL
<lb/>21 ἡ σῶφρον post δίκαιον transp. U ἄν otn. U
<lb/>22 ἀθανάτω UF: ἀθανάτου HL
<lb/>23 ἀρετὴ] ἀρίστη HL1
<lb/>24 καὶ post μὴ om. F τῶν] τὸν Γ’
<lb/>28 γενομένων F: γινομένων eeteri
<lb/>30 ἐνεσημήναντο Mang.: ἐσημήναντο codd.</note>  

<pb n="v.1.p.276"/>
ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας
ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν
εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’
ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας
 πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="78"><p>διὸ πᾶς φίλαυτος, ἐπίκλησιν <lb n="5"/>
Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος,
τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν
ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή
τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον;
οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ <lb n="10"/>
δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας
ἀνελών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="79"><p><milestone unit="altref" n="22"/> Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς
νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ
σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν <lb n="15"/>
φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα
νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε
 περὶ τοῦ αἵματος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="80"><p>πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς
ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά
ἐστιν“ (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς <lb n="20"/>
καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει <milestone unit="altpage1" n="p. 207 M."/>  <add>τὸν</add> ἄνθρωπον ὁ ζῳοπλάστης,
φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο
ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς,
 ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία.</p></div></div></body></text></TEI>