πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν; διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται· εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν.