οὐδὲ γὰρ ὁ σοφιστὴς Βαλαάμ, μάταιος ὢν ὄχλος ἐναντίων καὶ μαχομένων δοξῶν, βουληθεὶς ἀρὰς τίθεσθαι καὶ βλάπτειν τὸν ἀστεῖον ἴσχυσε, τοῦ θεοῦ τὰς κατάρας εἰς εὐλογίαν τρέποντος (Num. 23, 8), ἵνα καὶ τῆς πανουργίας ἀπελέγξῃ τὸν ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ. πεφύκασι δὲ οἱ σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων· ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν 3 λόγων] λογίων coni. Markland 9 καὶ post δὴ om. L 10 κεκρυμμένου U, κεκραμένου coui. Mang. 14 τῆς om. HL 15 ἐπὶ prius] ἐπεὶ II χλευασμῶ U 16 ἀνάκτησις Η τῇ add. Wendl. 17 γίνεται] τείνεται F fort. scribenduin ἐπεβούλευσεν διὰ τὸ corr. Turn.: διὰ τοῦ FII, διὰ οὖ (sic) U, διατοῦ (sic) L 18 ἐπιβεβουλευκέναι τῶ κρείττονι om. U 21 δὲ om. F ἄξιον UF: ἄξιος HL 22 ὥστε] ἅτε U 23 οὐδὲ ἐποίησας H γὰρ om. F 28 αὐτοῖς UF, αὐταῖς H λόγων UF: καὶ λόγων HL 29 βουλημάτων UF: βουλευμάτων HL 30 ἀποκναίουσιν F σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες, καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες· καὶ ὅμως τὰ ἐναντία τοῖς λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται. πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν; διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται·