οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα. διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ 1 εἴ τινες UFH: οἵτινες L 3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 6 ὁ ἀδελφὸς UF: ὁ om. HL 7 οὐκοῦν om. Η 9 ἐπιτρέπει om. UF 10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang. 11 πονεῖν] ποιεῖν U 14 γὰρ] μὲν II ψυχῆς U 15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκή σει περιποιη τὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF 16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH 18 ὅτε UF: ἣν H, ἡ L 19 ἱκανῶς F 24 τὰ UF: τὰς UF: τῆς L 10. 11 cf. Hesiod. Op. 40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II 97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου. θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10). οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη. „Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). τὸ „τί ἐποίησας„ καὶ ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ τῇ τοῦ δεδρακότος γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· ζῇ μὲν γάρ, ὡς καὶ πρότερον ἔφην, ὁ τεθνάναι δοκῶν, εἴ γε καὶ ἱκέτης ὢν θεοῦ καὶ φωνῇ χρώμενος εὑρίσκεται, τέθνηκε δὲ ὁ περιεῖναι νομιζόμενος τὸν ψυχικὸν θάνατον, ἀρετῆς καθ’ ἣν ἄξιον μόνην ἐστὶ ζῆν ἀποσχοινισθείς· ὥστε καὶ τὸ „τί ἐποίησας“ ἴσον εἶναι τῷ „οὐδὲν ἐποίησας“, οὐδὲν ἤνυσας.