<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="65"><p>ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ
<lb n="15"/> φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων,
ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης
πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ
εὐθυβόλως καλεῖ φύλακα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="66"><p>οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου
<lb n="20"/> δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας
χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει
ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς
φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος
λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ
<lb n="25"/> θεωρήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="67"><p>διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἴ τινες UFH: οἵτινες L
<lb/>3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 
<lb/>6 ὁ ἀδελφὸς UF: ὁ om. HL
<lb/>7 οὐκοῦν om. Η
<lb/>9 ἐπιτρέπει om. UF 
<lb/>10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang.
<lb/>11 πονεῖν] ποιεῖν U
<lb/>14 γὰρ] μὲν II ψυχῆς U
<lb/>15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκή<add>σει περιποιη</add>τὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF
<lb/>16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH
<lb/>18 ὅτε UF: ἣν H, ἡ L
<lb/>19 ἱκανῶς F
<lb/>24 τὰ UF: τὰς UF: τῆς L</note> <note xml:lang="mul" type="footnote">10.
<lb/>11 cf. Hesiod. Op.
<lb/>40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II
<lb/>97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου.</note>  

<pb n="v.1.p.274"/>
θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην
σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ
 τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10).</p></div></div></body></text></TEI>