ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ εὐθυβόλως καλεῖ φύλακα. οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα. διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ 1 εἴ τινες UFH: οἵτινες L 3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 6 ὁ ἀδελφὸς UF: ὁ om. HL 7 οὐκοῦν om. Η 9 ἐπιτρέπει om. UF 10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang. 11 πονεῖν] ποιεῖν U 14 γὰρ] μὲν II ψυχῆς U 15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκή σει περιποιη τὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF 16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH 18 ὅτε UF: ἣν H, ἡ L 19 ἱκανῶς F 24 τὰ UF: τὰς UF: τῆς L 10. 11 cf. Hesiod. Op. 40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II 97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου. θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10).