ὅτι μὲν οὖν ἐν πεδίῳ τῶν ἐν αὐτοῖς ἀλόγων δυνάμεων ποιοῦνται τὴν ἐπιστασίαν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων. ὁ δὲ Ἰωσὴφ πέμπεται πρὸς αὐτούς, ἐπεὶ τὴν τοῦ πατρὸς ἐπιστήμην αὐστηροτέραν οὖσαν ἀδυνατεῖ φέρειν, ἵνα μάθῃ παρὰ τιθασωτέροις ὑφηγηταῖς τὰ πρακτέα καὶ συνοίσοντα· κέχρηται γὰρ δόγματι ἐκ διαφερόντων συνυφασμένῳ, πάνυ ποικίλῳ καὶ πολυπλόκῳ, παρὸ καὶ χιτῶνα κατεσκευάσθαι ποικίλον φησὶν ὁ νομοθέτης αὐτῷ (Gen. 37, 3), δηλῶν ὅτι λαβυρινθώδους καὶ δυσεκλύτου δόξης ἐστὶν εἰσηγητής· πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ 1 πρός ἐμοῦ coni. Mang. ἐχθὲς scripsi: χθὲς codd. 2 καὶ τρίτην F: καὶ ὡς τρίτην ceteri 3 πρὸς σέ Η 5 ἀγαθῶν D εἰ δὲ ἐκπεριπατεῖ D 6 ἀγαθὸν] ὡς μέγιστον ἀγαθὸν U (Mang.) καθὸ F 7 δ’ FL 8 καὶ τὰς F τῆς ψυχῆς Η μεταδιδάσκουσι U 15 εἶπεν H 16 εἶπεν ὁ ἄνθρωπος αὐτῶ F 17 Δοθαείμ U 20 ἐπιστήμην] ἐπιστασίαν coni. Mang. 21 τιθασωτέροις HL: τιθασσοτέροις UF 22 συνυφα (sic) U 23 κατεσκευάσθαι U: κατεσκευάσθη Η, παρασκευᾶσθαι F, παρε κατεσκευάσθαι L 24 δηλῶν ὅτι Markland: δῆλον ὅτι H, δηλονότι ceteri 4 — 6 DK fol. 255v Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐν ψυχῇ — οὐχ ὑπείληπται. ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια· καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι — τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων λόγον ἔχειν —, ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα. ταύτην οὖν τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ πεπιστευκότας. „ἰδοὺ“ γάρ φησιν „οἱ ἀδελφοί σου ποιμαίνουσι“ καὶ ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς „ἐν Συχέμ“ (Gen. 37, 13)· ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις ἀντίταξιν. „δεῦρο οὖν ἀποστείλω σε πρὸς αὐτούς“ (ibid.), τουτέστι μετακλήθητι καὶ πρόσελθε τῇ διανοίᾳ λαβὼν ὁρμὴν ἑκούσιον εἰς τὸ τὰ ἀμείνω μαθεῖν. ἀλλ’ ἄχρι γε τοῦ παρόντος ἐπιμορφάζεις ὡς παιδείαν δεξάμενος τὴν ἀληθῆ· μήπω γὰρ παρὰ σαυτῷ τοῦτο ὡμολογηκὼς ἕτοιμος εἶναι λέγεις ἀναδιδάσκεσθαι, ὅταν φῇς „ἰδοὺ ἐγώ,“ ἐξ οὗ μοι δοκεῖς εἰκαιότητα καὶ εὐχέρειαν ἀπελέγχειν σεαυτοῦ μᾶλλον ἢ πρὸς τὸ μαθεῖν ἑτοιμότητα μηνύειν. τεκμήριον δέ, εὑρήσει σε μικρὸν ὕστερον ὁ ἀληθινὸς ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ (Gen. 37, 15), οὐκ ἂν πλανηθέντα, εἰ ἀπὸ γνώμης ὑγιοῦς ἐπὶ τὴν ἄσκησιν ἦλθες.