<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="56"><p>ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι <lb n="5"/> θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις
τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν,
ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε
ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου
γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν
<lb n="10"/> δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι
γνωρισθῆναι θεῷ προμηθούμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="57"><p><milestone unit="altref" n="17"/> Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες.
τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· „ποῦ Ἄβελ ὁ ἀδελφός
<lb n="15"/> σου“ (Gen. 4, 9) ; πρὸς ἣν ἀποκρίνεται· „οὐ γινώσκω, μὴ φύλαξ τοῦ
ἀδελφοῦ μού εἰμι ἐγώ“ (ibid.) ; οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως
ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν
ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν
εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα
<lb n="20"/> ἀλλὰ καὶ τὰ μέλλοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="58"><p>τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα
οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν
ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε
ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται
<lb n="25"/> τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς
ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε
 συναγωνιστῇ χρωμένη ἑτέρῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="59"><p>ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε  <milestone unit="altpage2" n="p. 203 M."/> ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή“; (Gen. 18, 9) — τὸν Ἀβραὰμ λέγω περὶ
Σάρρας —, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι
<lb n="30"/> ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 γὰρ UF: μὲν H, μὲν γὰρ L
<lb/>5 τοιαύτην UF: τοιαύτην εἶναι HL
<lb/>6 κελευόμενον] κολακευόμενον U
<lb/>7 ὥστε HL: ὡς UF
<lb/>10 δεσποτικῶν UF: δεσποτικῆς HL αὐτοὺς UF
<lb/>11 προθυμούμενοι coni. Mang.
<lb/>14 ἐρευνήσωμεν IIL: ἐρευνήσομεν UF
<lb/>15 ἣν] ὃν HL
<lb/>19 θεῷ om. HL καὶ] ἢ F, oni. H <lb n="21"/> τὰ τοιαῦτα F2
<lb/>22 ἐπὶ scripsi (idem coni. Wendl.): ὑπὸ codd.
<lb/>23 οὕτω HL πύσμα U: πύσματα HL1, πεῦσμα FL2
<lb/>25 ψυχῆς U
<lb/>26 ἐλέγχηται UF: ἐλέγχει τὰ HL, ἐλέγχη τὰ v
<lb/>27 συναγωνισθῆ Η
<lb/>30 τοῦ λέγοντος <add>ἀποκρίσεως</add> coni. Markland παραστῆσαι UF: φησι παραστῆσαι HL</note>  

<pb n="v.1.p.272"/>
γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ“ τουτέστι τῇ ψυχῇ.
τί οὖν τὸ ἐκ
τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ
 καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="60"><p>χρῆσις γὰρ καὶ
ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ
ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο <lb n="5"/>
αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ — εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα —. παρὸ καὶ
τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ
</p></div></div></body></text></TEI>