<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="51"><p>δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν <lb n="5"/>
ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν
ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας
αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις
ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="52"><p> ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). <milestone unit="altref" n="16"/> ὥσπερ <lb n="10"/>
δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ
ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται
ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως
αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν
πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ <lb n="15"/>
τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα
τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ
 πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="53"><p>τιμὴ δὲ τοῦ μὲν νοῦ <add>τὸ</add> διὰ
τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι—πάντα δὲ
τὰ ἀπ’ ἀρετῆς συμφέροντα —, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι <lb n="20"/>
ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ
νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="54"><p>ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ
νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ
πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν <lb n="25"/>
γεννήσαντα <add>τὸν</add> κόσμον, <milestone unit="altpage1" n="p. 202 M."/>  μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ
πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης
θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων
μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="55"><p>ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ <lb n="30"/>
σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ
πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ποιεῖ Η
<lb/>2 ἀνήρηκεν U ὁ τῆς] ὅτε U
<lb/>4 μώλοπα F
<lb/>5 ἀνδρείας codd.: ἀνδρίας V
<lb/>7 ἀναίρει H
<lb/>10 ἀποβαλεῖ coni. Μang. ἀτεχνίαν UF ἐνδεξαμένη scripsi (ἐνδεξομένη coni.. Mang.): ἐνδειξαμένη codd.
<lb/>11 οὕτω ΗL 
<lb/>12 δ’ F αὐτῶ U
<lb/>14 διήρηται F οὕτω HL
<lb/>15 τὴν] τὸν Η
<lb/>18 πεισώμεθα F τὸ addidi
<lb/>24 ἐμὲ] ἄμα coni. Markland 2() τὸν ante κόσμον addidi 
<lb/>28 τοῦτον F
<lb/>29 ὠφελεῖ H
<lb/>30 σκυλευτικὴ UF θεραπεία voluit Mang.</note>  

<pb n="v.1.p.271"/>
ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον·
ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν
ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα
συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.</p></div></div></body></text></TEI>