<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="50"><p>ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 
<lb/>2 καὶ προκοπῆ UH
<lb/>4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1
<lb/>5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 
<lb/>6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L
<lb/>8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL
<lb/>9 ἀλλ’] καὶ U
<lb/>10 αὐτῆς codd.
<lb/>11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U
<lb/>12 ἄφρενος H
<lb/>15 συνδέτου UF: συνθέτου HL
<lb/>16 δυνατὸς διαλέγεσθαι transp. U
<lb/>19 κοινῶς Mang.: κοινῶν codd.
<lb/>22 ἕτερος om. FHL δὲ om. F
<lb/>25 γυμνάσθαι (sic) F ἀνατριβείη UF
<lb/>26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V
<lb/>27 ἡ κτείνων UF: καὶ κτείνων v
<lb/>28 οὐχὶ UP: οὐ HL</note>  

<pb n="v.1.p.270"/>
πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν
τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν
ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν·
„ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“
 (Gen. 4, 23).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="51"><p>δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν <lb n="5"/>
ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν
ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας
αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις
ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="52"><p> ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). <milestone unit="altref" n="16"/> ὥσπερ <lb n="10"/>
δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ
ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται
ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως
αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν
πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ <lb n="15"/>
τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα
τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ
 πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.</p></div></div></body></text></TEI>