ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη 1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 2 καὶ προκοπῆ UH 4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1 5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L 8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL 9 ἀλλ’] καὶ U 10 αὐτῆς codd. 11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U 12 ἄφρενος H 15 συνδέτου UF: συνθέτου HL 16 δυνατὸς διαλέγεσθαι transp. U 19 κοινῶς Mang.: κοινῶν codd. 22 ἕτερος om. FHL δὲ om. F 25 γυμνάσθαι (sic) F ἀνατριβείη UF 26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V 27 ἡ κτείνων UF: καὶ κτείνων v 28 οὐχὶ UP: οὐ HL πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“ (Gen. 4, 23). δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.