<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="5"><p>καὶ ὅσοι δὲ ἐν μέρει λόγου τοῦ προκόπτοντος κατὰ τὸν πατέρα κοσμοῦνται, τὰς ψυχῆς ἀλόγους φορὰς μεταδιδάσκουσιν
ἐκλεξάμενοι ἐπιτήδειον τόπον τὸ πεδίον. λέγεται γὰρ τῷ Ἰωσήφ· „οὐχ
<lb n="10"/> οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς.
ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ Πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ
ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν
ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν
ἄνθρωπος πλανωμένων ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος
<lb n="15"/> Τί ζητεῖς; ὁ δὲ εἶπε Τοὺς ἀδελφούς μου ζητῶ, ἀνάγγειλόν μοι ποῦ
βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ
αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαείμ“ (Gen. 37, 13—17). </p></div></div></body></text></TEI>