<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="46"><p>καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν
ἐπανατείνεται φάσκων· „ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός
μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου“ (Gen. 27, 41)· εὔχεται
γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι „μὴ <lb n="25"/>
καταβῆναι εἰς Αἴγυπτον“ (Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡσυχίας DR ἀσφαλείᾳ D γῆρας D εὑρήσει D
<lb/>2 προελθὼν DR δὲ D ὡς Ἄβελ om. D διερηρεῖσθαι scripsi: διηρεῖσθαι DR, διαιρεῖσθαι UDC, διερείσασθαι FHL
<lb/>4 οὔτ’ ἀληθῆ HL
<lb/>6 αἰτίων codd.
<lb/>8 εἰσιᾶσιν F 
<lb/>9 ἀσκηταὶ FL: ἀσκηταῖς U, ἀσκοῦντες U
<lb/>10 παίδευμα καλὸν UF; καλὸν παίδευμα HL ἐπιτήδευμα coni. Wendl.
<lb/>12 ἀπόνοιαν γὰρ UF: γὰρ om. HL
<lb/>13 ἐπιδείκνυνται scripsi: ἐπιδεικνύντες UF, ἐπιδεικνύντας ΗL ἐκεῖνοι Η ὑγιάζοντας U 13.
<lb/>14 ψυχῆς νόσους Μang.: ψυχὰς νόσους UL, ψυχὰς ὅσους H, νόσους (om. ψυχῆς) F 
<lb/>14 μέχρι U
<lb/>15 ἄριστον ἑρμηνέα F: ἑρμηνέα ἄριστον UHL
<lb/>18 ἐρειστικὸν Η 
<lb/>20 Ἠσαῦ τοῦ] εἰς αὐτοὺς U ἀποκτενεῖν add. Wendl.
<lb/>21 μέχρι U 
<lb/>22 ἀπορῆτον H, ἀπόρρητον L 22.
<lb/>23 ἐπανατείνεται φάσκων ἀπειλήν transp. F 
<lb/>23 πένθους HL: πάθους UF
<lb/>24 ἶνα—μου om. UL
<lb/>25 τὸ μόνον F: μόνον τὸ HL, τὸ om. U
<lb/>26 εἰς] τὴν UF ἴνα L: εἶναι UFH</note>  

<pb n="v.1.p.269"/>
ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς
ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ
καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει
τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ
<lb n="5"/> φονῶντι καὶ δαιμονῶντι ἐκδώσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="47"><p>διὸ καὶ τὸ ἐπιφερόμενον „ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτὸν“ (Gen. 4, 8)
κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑποβάλλει, ὅτι Ἄβελ ἀνῄρηται, κατὰ
δὲ τὴν ἀκριβεστέραν ἐξέτασιν, ὅτι αὐτὸς ὁ Κάιν ὑφ’ ἑαυτοῦ· ὥσθ’ οὕτως
ἀναγνωστέον· „ἀνέστη Κάιν καὶ ἀπέκτεινεν ἑαυτόν,“ ἀλλ’ οὐχ ἕτερον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="48"><p><lb n="10"/> εἰκότως δὲ τοῦτο ἔπαθεν· ἡ γὰρ ἐξ αὑτῆς ἀνελοῦσα ψυχὴ τὸ φιλάρετον καὶ φιλόθεον δόγμα τὸν ἀρετῆς τέθνηκε βίον· ὥσθ’ ὁ Ἄβελ, τὸ παραδοξότατον,
ἀνῄρηταί τε καὶ ζῇ· ἀνῄρηται μὲν ἐκ τῆς τοῦ ἄφρονος
διανοίας, ζῇ δὲ τὴν ἐν θεῷ ζωὴν εὐδαίμονα. μαρτυρήσει δὲ τὸ χρησθὲν
λόγιον, ἐν ᾧ „φωνῇ“ χρώμενος καὶ „βοῶν“ (Gen. 4, 10) ἃ πέπονθεν
<lb n="15"/> ὑπὸ κακοῦ συνδέτου τηλαυγῶς εὑρίσκεται· πῶς γὰρ ὁ μηκέτ’ ὢν
διαλέγεσθαι δυνατός;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="49"><p><milestone unit="altref" n="15"/> Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν  <milestone unit="altpage2" n="p. 201 M."/> βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα.
ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν
<lb n="20"/> τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε
γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ
τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ
τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε
ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν
<lb n="25"/> τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι
παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν
ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="50"><p>ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 
<lb/>2 καὶ προκοπῆ UH
<lb/>4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1
<lb/>5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 
<lb/>6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L
<lb/>8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL
<lb/>9 ἀλλ’] καὶ U
<lb/>10 αὐτῆς codd.
<lb/>11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U
<lb/>12 ἄφρενος H
<lb/>15 συνδέτου UF: συνθέτου HL
<lb/>16 δυνατὸς διαλέγεσθαι transp. U
<lb/>19 κοινῶς Mang.: κοινῶν codd.
<lb/>22 ἕτερος om. FHL δὲ om. F
<lb/>25 γυμνάσθαι (sic) F ἀνατριβείη UF
<lb/>26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V
<lb/>27 ἡ κτείνων UF: καὶ κτείνων v
<lb/>28 οὐχὶ UP: οὐ HL</note>  

<pb n="v.1.p.270"/>
πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν
τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν
ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν·
„ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“
 (Gen. 4, 23).</p></div></div></body></text></TEI>