Τοῦτον μὲν οὖν τὸν τρόπον ἐναντιοῦσθαι τοῖς περὶ τὰ δόγματα ἐριστικοῖς χρήσιμον· γεγυμνασμένοι γὰρ περὶ τὰς τῶν λόγων ἰδέας οὐκέτ’ ἀπειρίᾳ σοφιστικῶν παλαισμάτων ὀκλάσομεν, ἐξαναστάντες δὲ καὶ διερεισάμενοι τὰς ἐντέχνους αὐτῶν περιπλοκὰς εὐμαρῶς ἐκδυσόμεθα. οἱ δ’ ἅπαξ εὑρεθέντες σκιαμάχων ἀλλ’ οὐκ ἀγωνιστῶν ἐπιδείκνυσθαι δόξουσι δύναμιν· καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτοὺς μὲν χειρονομοῦντες εὐδοκιμοῦσι, πρὸς δ’ ἅμιλλαν ἐλθόντες οὐ μετρίως ἀδοξοῦσιν. εἰ δέ τις τὴν μὲν ψυχὴν ἀρεταῖς ἁπάσαις κεκόσμηται, τέχνας δὲ λόγων οὐκ 1 τρόπον τινὰ UF: τρόπον HL, τρόπων V 2 φάσκων codd.: φάσκων τῷ Turn., φάσκων τὸ Mang. μὴ πεφυκέναι sciipsi: μήτε πεφυκέναι codd. 3 εὐλόγων UF: λόγων HL ῥητορίαν Η 6 τῷ] τὸ Η γεγωνῷ om. Mang. 8 σοφιστία H 9 πρινὴ F 12 Μωϋσέος F καὶ ἑρμηνέα om. F ἑρμηνεία H 13 ὃς om. U, ὃς ex ὃν corr. H 14 λόγος om. UF 15 πηγῆς UF: γῆς HL 16 ὧν — θεοπρόπος (17) om. F ἑαυτοῖς U 17 ὦν] ὃν U 21 ἀπειρία UFH: ἐπ’ ἀπειρία L ὀκλάσομεν] ἐγκλαύσομεν HL1 22 διερισάμενοι U 23 „exspectes e. gr. ἅπαξ συμβαλόντες“ Wendl. σκιαμαχῶν F 26 ἀπάσαις] πᾶσι DR λόγων UFD: λόγοις HL, λόγους Turn. 25—268,2 DC fol. 120v DR fol. UOr post verba supra laudata sic pergunt: καὶ βραχέα βραχύ DC): εἰ δέ τις — πεσεῖται. ἐμελέτησεν, ἡσυχίᾳ χρώμενος ἀσφάλειαν γέρας ἀκίνδυνον εὑρήσεται, παρελθὼν δ’ ὡς Ἄβελ εἰς σοφιστικὸν ἀγῶνα πρὶν διερηρεῖσθαι πεσεῖται. καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο. τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ. Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ ἀποκτενεῖν ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ.