<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="31"><p>παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα
ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου“ (ibid.), τὴν δεῖξιν φέρων ἐπὶ
<lb n="5"/> τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ
τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="10"/> Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι
νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες.
<lb n="10"/> ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ
Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν
— κτῆσις γὰρ ἑρμηνεύεται — φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν
τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται
πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="33"><p>πάντα γάρ, τὸ τοῦ <lb n="15"/> λόγου δὴ τοῦτο, κινοῦσι λίθον φάσκοντες· οὐκ οἰκία ψυχῆς τὸ σῶμα;
διὰ τί οὖν οἰκίας, ὡς μὴ γένοιτο ἐρείπιος, οὐκ ἐπιμελησόμεθα;
οὐκ ὀφθαλμοὶ καὶ ὦτα καὶ ὁ τῶν ἄλλων χορὸς αἰσθήσεων ψυχῆς
ὥσπερ τινὲς δορυφόροι καὶ φίλοι; συμμάχους οὖν καὶ φίλους οὐκ
ἐν ἴσῳ τιμητέον ἑαυτοῖς; ἡδονὰς δὲ καὶ ἀπολαύσεις καὶ τὰς παρὰ πάντα
 τὸν βίον τέρψεις τοῖς τεθνεῶσιν ἢ τοῖς  <milestone unit="altpage2" n="p. 198 M."/> μηδὲ γενομένοις τὸ παράπαν
<lb n="21"/> ἀλλ’ οὐχὶ τοῖς ζῶσιν ἡ φύσις ἐδημιούργει; πλοῦτον δὲ καὶ δόξαν καὶ
τιμὰς καὶ ἀρχὰς καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τί παθόντες οὐ ποριούμεθα,
ἐξ ὧν οὐ μόνον τὸ ἀσφαλῶς ἀλλὰ καὶ εὐδαιμόνως ζῆν περιγίνεται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="34"><p>μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες,
εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ
καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’
ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν
ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν]
ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες,
<note xml:lang="mul" type="footnote"><lb/>5 δυεῖν UF: δυοῖν HL
<lb/>8 δηλῶσθαι (sic) H
<lb/>9 δι’ ἀπορητέον F δ’ UF 9.
<lb/>10 ἐκπροελθόντες F corr.; παρελθόντες coui. Wendl.
<lb/>10 ἢ δηλονότι F; ἢ δῆλον ὅτι Wendl.
<lb/>13 καὶ seclusi; „del. καὶ aut add. παλαίωσι“ Wendl. παύωνται UF
<lb/>14 πρινὴ F
<lb/>16 οὐκ] ὃ ἦν F, ο cum sputio
<lb/>2 ἁ litter. U
<lb/>17 ὀφθαλμοὶ UFL: ὀφθαλμὸν Η, ὀφθαλμὸς v 
<lb/>22 τἆλλα H οὐ] ὧ U
<lb/>23 <add>τὸ</add> εὐδαιμόνως coni. Mang. <lb n="26"/> Turn. κατεσκελϊτευμένοι U, κατεσκελεστεμένοι H
<lb/>27 ἐκβλέποντες UF αὐτῶν F
<lb/>28 ἐπιμελούμενοι UF : ἐπιμελόμενοι HL πάλιν seclusi, ante ἔνδοξοι trausp. Wendl.
<lb/>29 ἐρώμενοι U</note>  

<pb n="v.1.p.266"/>
ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="35"><p> τὰ ἡδέα φερούσαις. <milestone unit="altref" n="11"/> τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ
νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ
ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια.
τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο <lb n="5"/>
πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’
ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ
καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα
 ὀχυρώσασθαι·</p></div></div></body></text></TEI>