ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν. σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν πεδίῳ θεωρεῖται· „ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια“ (Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι φιλονεικίας σημεῖον τὸ πεδίον ἐστί. καλεῖ δὲ αὐτὰς διὰ τί ;