εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι. διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· „ἀπήρκασιν ἐντεῦθεν“ (Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν· „εἰς Δωθαεὶμ πορευθῶμεν“ (ibid.) — ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή —, παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε“ (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ“ τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ. εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ. τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65) ; ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ 4 οὗτοι UF: οἱ HL τὰ πρὸς om. L ἡδονὰς UF: τὰς ἡδονὰς HL λογεῖν 8 μετεωροπολεῖν U: μετεωροπορεῖν H, μετεωρολογεῖν F, μετεωροποιεῖν L 12 καθὰ F, καθ’ ἆ U: καθὼς HL γίνεσθαι UF: γίγνεσθαι L, γίγνεται Η 13 θήλεια U 14 παρά γοντας coni. Wendl. 15 ὁ] οὐ F Mang.: ἀνταγωνιστῶν codd. 18 ἀντιπάλων] ἐναντίων U ἀμαχὶ UF: ἀμαχεὶ HL 19 εὑράμενοι UK: ἀράμενοι HL 20 τὸ] τὸν UF 21 οὐδενί F: οὐθενί U, οὐδὲν Η L 22 ἀνταγωνιστῶν U: ἀγωνιστῶν FHL 23 24 ἰδιολογήσασθαι] ἀδολεσχῆσαι coni. Mang. 24 τῆς τε ψυχῆς καὶ ὁδοῦ U 25 δ’ F 26 γὰρ ἡ UF: δὲ ἡ HL, δὴ Mang. 27 τίς ὁ] τίς οὐ H ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν.