<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="21"><p>πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, <lb n="5"/> θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε
ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν
θεραπείας ἀσπάζεται — γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην
θυσίαν φερούσης ἀλήθειαν —, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’
ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις. </p></div></div></body></text></TEI>