πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται — γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν —, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις. τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις. οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν. οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· „τί ζητεῖς“ (Gen. 37, 15) ; ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ; δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν“ (ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν“· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων 2 ἀναθήμασιν F 5 θρησκίαν F ἀντὶ] ὅτι U ἡγούμενος] αἱρούμενος coni. Wendl.: fort. εἰσηγούμενος 8 νόθοι δὲ F 9 ὅσαι] οὖσαι τὰς F ἀποδείξεις U δ’ FHL 10 πέδω F ἑαυτὸν F οὕ] οὗ Η, om. U 13 τῆς ψυχῆς F ἔγνων F 14 τοῦτο αὐτὸ F 15 ἠρθρωμένη Turn. 16 ἐν om. Η ποτὲ μὲν—ποτὲ· δὲ U 18 ἡ UF: καὶ HL 19 ἐλλαμβανόμενος UF: ἀναλαμβανόμενος HL 20 μετὰ UF: καὶ μετὰ HL 22 ἄρα F 24 ἀνδρείαν codd.: ἀνδρίαν v 26 ὡς τοῦ ἐγγυτάτω F 27 ἄν ἐπυνθάνετο UFH: ἀνεπυνθάνετο L 30 γινόμενοι UF: γενόμενοι HL ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος.