<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="18"><p>ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε
γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ <lb n="15"/>
κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ
φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ
θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν
κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα
πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), <lb n="20"/>
ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς
 ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα.</p></div></div></body></text></TEI>