φασὶ γοῦν ἤδη τινὰς τῶν σοφῶν τροχιζομένους ὑπὲρ τοῦ τὰ ἄρρητα μηνῦσαι γλῶτταν ἀποτραγόντας τὴν ἑαυτῶν ἀργαλεωτέραν κατὰ τῶν βασανιστῶν ἀντιτεχνήσασθαι βάσανον οὐ δυνηθέντων ἃ ἐπόθουν ἐπιγνῶναι. ἐξευνουχισθῆναί γε μὴν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἅπαντα δὴ ταῦτα συμφοραῖς ἀνηκέστοις βαπτίζοντα τὴν ψυχὴν δίκης καὶ τιμωρίας εἰκότως ἂν τῆς ἀνωτάτω τυγχάνοι. λέγει δ’ ἑξῆς ὅτι „ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Κάιν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα“ (Gen. 4, 15)· καὶ τί τὸ σημεῖόν ἐστιν, οὐ δεδήλωκε, καίτοι γε εἰωθὼς τὴν ἑκάστου φύσιν διὰ σημείου δεικνύναι, ὥσπερ ἐπὶ τῶν ἐν Αἰγύπτῳ τὴν ῥάβδον μεταβαλὼν εἰς ὄφιν 1 οὕτως codd.: οὕτω v 5. 6 ἐπακολουθούντων UF: ὑπακολουθούντων HL 7 ἀπλέτοις] ἀπλῶς ταῖς F ποικιλίαις F: ποικίλαις UHL ἀπλέτου ποικιλίας coni. Mang. ἔτι τοίνυν] τί δὲ νῦν coni. Mang. 8 ὦν] ὃν F ὁ om. F 9 post μίξεις add. ὁ HL 13 δοκῶσιν F 14 ἡ τὰ — μᾶλλον om. H καὶ addidi 15 — 17 ὑπὲρ — γλῶτταν om. U 20 λυτὰν F 25 ὄφιν] φύσιν H 16—19 cf. Plut. de garrul. 8 p. 505 D Diog. La. IX 27. 19 Orig. Commtnt. in Ev. Matth. XV 3 (t. III p. 331 Lomm.) ... καὶ Φίλων δὲ ἐν πολλαῖς τῶν εἰς τὸν Μωυσέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι φησὶν ἐν βιβλίῳ ᾦ οὕτως ἐπέγραψεν ἐπὶ (leg. περὶ) τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι „ἐξευνουχιστηθηναι μὲν ἄμεινον ἡ πρὸς συνουσίας ἐκνόμους λυττᾶν“. Fhilonis opera vol. Ι 20 καὶ τὴν χεῖρα Μωυσέως εἰς χιόνος ἰδέαν καὶ τὸν ποταμὸν εἰς αἷμα. μήποτ’ οὖν αὐτὸ τοῦτο σημεῖόν ἐστι τῷ Κάιν τοῦ μὴ φονευθῆναι τὸ μηδέποτε ἀναιρεθῆναι· οὐ γὰρ θάνατον αὐτοῦ διὰ πάσης τῆς νομοθεσίας δεδήλωκεν αἰνιττόμενος ὅτι, ὥσπερ ἡ μεμυθευμένη Σκύλλα, κακὸν ἀθάνατόν ἐστιν ἀφροσύνη, τὴν μὲν κατὰ τὸ τεθνάναι τελευτὴν οὐχ ὑπομένουσα, τὴν δὲ κατὰ τὸ ἀποθνῄσκειν πάντα ἐνδεχομένη τὸν αἰῶνα. εἴθε μέντοι συμβαίνοι τἀναντία, ὡς ἐκποδὼν τὰ φαῦλα ἀναιρεῖσθαι παντελῆ φθορὰν ὑπομένοντα· νῦν δ’ ἀεὶ ζωπυρούμενα τὴν ἀθάνατον ἐγκατασκήπτει νόσον τοῖς ἅπαξ πρὸς αὐτῶν ἁλοῦσιν. 1 Μωυσέος FH 2 τῳ] τοῦ F 3 οὐ scripsi: οὐδὲ codd. λωκε U 7 συμβαίνει Η, συμβαίνειν U τὰ ἐναντία U 4 Hom. Od. μ 118 ἡ δέ τοι οὐ θνητή, ἀλλ’ ἀθάνατον κακόν ἐστι.