<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="171"><p><milestone unit="altref" n="47"/> καὶ τοῦθ’ ὅπερ ὥρισεν ὁ νομοθέτης ἐξ ἀνάγκης παρακολουθεῖ
πᾶσι τοῖς σοφοῖς· ἔχουσι γὰρ κεκαθαρμένην ὅρασιν καὶ ἐξητασμένην
ἀκοὴν καὶ πᾶσαν αἴσθησιν, ἔχουσι μέντοι καὶ λόγον ἀκηλίδωτον καὶ
 τὰς πρὸς συνουσίας οὐκ ἐκνόμους ὁρμάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="172"><p>ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν
ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, <lb n="25"/>
ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν
ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν
ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ <milestone unit="altpage1" n="p. 224 M."/>  κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε
<note xml:lang="mul" type="footnote"><lb/>3 post οὐκ οἶδα verba ἑπτὰ ἐκδικούμενα παραλύσει repetuut HL (omisi cum F), ἑπτὰ ἐκδικούμενα παραλύσει — οὐκ οἶδα repetit U
<lb/>4 παρίεται] παραλύεται coui. Mang. 
<lb/>6 παριστᾶν F
<lb/>7 ἀκοὴν ὄσφρησιν UF: ὄσφρησιν ἀκοὴν H L
<lb/>9 καρτερὰ UF: κραταιρᾶ II, κραταιὰ L
<lb/>10 ἀσθένεια F κακίαν F παντελεῖ HL: παντελῆ UF, παντελὴς v πάρεσιν UFL-: παραίνεσιν ’; παράλυσιν coni. Mang. 
<lb/>11 λαμβάνει U: λαμβάνει παντελῆ FL2, λαμβάνει πολυτελῆ HL1 ἐν] ἓν II 
<lb/>13 εἷπεν F: εἶπον ceteri
<lb/>16 ἀπολουσαμένην UFL2: ἀπονιψαμένην HL1 
<lb/>17 τοῦ κατακλυσμοῦ U: τοῦ om. FHL
<lb/>18 εἰσάγειν UF: εἰσαγαγεῖν HL τὸ τῆς ψυχῆς L
<lb/>22 γὰρ om. F τὴν ὅρασιν F (Mang.)
<lb/>23 post αἴσθησιν aliquid deesse putavit Mang.
<lb/>24 συνουσίαν F</note>  

<pb n="v.1.p.297"/>
ἐν τῷ δρᾶν ἐπινοούμενον ἄρρεν ὀνομάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="173"><p>οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα·
πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’
ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις
<lb n="5"/> ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων;
πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε
ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="174"><p>ἔτι τοίνυν σοι λέγω τὸ πλῆθος ὧν ἀχαλίνου γλώττης ῥεῦμα ἀνεπίσχετον διέφθειρεν ἢ ὁ
περὶ τὰς μίξεις μετ’ ἐπιθυμίας ἀκρατοῦς ἀνίατος οἶστρος; μεσταὶ μὲν
<lb n="10"/> αἱ πόλεις, μεστὴ δὲ ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα ἡ γῆ τῶν κακῶν
τούτων, ἐξ ὧν ὁ συνεχὴς καὶ ἄπαυστος καὶ μέγιστος πολέμων ὁ κατ’
εἰρήνην ἀνθρώπων γένει καὶ ἰδίᾳ καὶ κοινῇ φύεται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="175"><p><milestone unit="altref" n="48"/> διόπερ ἑλέσθαι ἄν μοι δοκοῦσιν οἱ μὴ τελείως ἀπαίδευτοι πεπηρῶσθαι μᾶλλον
ἢ τὰ μὴ προσήκονθ’ ὁρᾶν <add>καὶ</add> κεκωφῶσθαι μᾶλλον ἢ βλαβερῶν
<lb n="15"/> ἀκούειν λόγων καὶ ἐκτετμῆσθαι γλῶτταν ὑπὲρ τοῦ μηδὲν τῶν ἀρρήτων
ἐκλαλῆσαι.</p></div></div></body></text></TEI>