<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="166"><p>διὰ τοῦτο καὶ ὁ χρησμὸς ἀντιμαρτυρῶν τῇ προσποιήτῳ εὐηθείᾳ τοῦ Κάιν φησίν· „οὐχ οὕτως“ φρονεῖς ὡς λέγεις (Gen. 4, 15)·
λέγεις μὲν γὰρ ὅτι πᾶς ὁ τὰ παλαίσματά σου τῆς τέχνης εὑρὼν
ἀνελεῖ, οἶδας δὲ ὅτι οὐχὶ πᾶς, μυρίων ἐν τῇ σῇ τεταγμένων συμμαχίᾳ,
ἀλλὰ μόνος ὁ ἀρετῇ μὲν φίλος σοὶ δὲ ἐχθρὸς ἀσύμβατος.</p><note xml:lang="mul" type="footnote"><lb/>2 τετράδαγμον (bis) Η, τέτραχμον (bis) UF
<lb/>3 παραβάληται Η
<lb/>4 ἀνθρώπω UF: θεῶ HL, om. Turn.
<lb/>5 καὶ <add>κατὰ</add> coni. Wendl. με] μὲν Η
<lb/>6 ἐκβάλλεις UF: ἐκβαλεῖς HL τῆς om. U σὲ UFH: σοῦ L κρύβομαι UH 
<lb/>7 ἀπελάσαι F, ἀπελᾶσαι U: ἀπελάσω HL δείξει scripsi: δεῖξαι UF, δείξω HL
<lb/>8 τοῦ om. U
<lb/>10 ᾤκισε Η ἐν om. codd., add. Tura. τῆ om. L
<lb/>11 ἐκβλήθης (sic) F ἀπὸ γῆς ἐκβληθεὶς transp. U 
<lb/>13 ἀποτεκνεῖ (sic) F, ἀποτεκτένει H
<lb/>14 δυεῖν F
<lb/>15 οὖν seclusi διὰ τὴν UF: διὰ om. HL
<lb/>16 διὰ F: δεῖ HL, om. U
<lb/>17 φύλακόν Η
<lb/>18 τὸ δὲ U 
<lb/>25 ἀντὶ μαρτύρων F
<lb/>26 οὕτως codd.: οὕτω v</note><pb n="v.1.p.296"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="167"><p><milestone unit="altref" n="46"/> „Ὁ δ’ ἀποκτείνας“ φησί „Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει“
(Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς
διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα
οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον
 καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="168"><p>μήποτ’
οὖν ὃ βούλεται παριστάνειν ἐστὶ τοιόνδε· τὸ ἄλογον τῆς ψυχῆς εἰς ἑπτὰ
διανέμεται μοίρας, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφὴν λόγον γόνιμον·
εἰ δή τις τὸν ὄγδοον ἀνέλοι, νοῦν τὸν ἡγεμόνα τούτων Κάιν, παραλύσει
καὶ τὰ ἑπτά· ῥώμῃ μὲν γὰρ τῆς διανοίας καρτερᾷ πάντα συρρώννυται,
ἀσθενείᾳ δὲ συγκάμνει, φθορᾷ δὲ ἣν ἐπάγει κακία παντελεῖ πάρεσίν τε <lb n="10"/>
 καὶ ἔκλυσιν λαμβάνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="169"><p>τὰ δὲ ἑπτὰ ταῦτα ἐν μὲν σοφοῦ ψυχῇ ἀμίαντα.
καὶ καθαρά, ταύτῃ καὶ τιμῆς ἐπάξια εὑρίσκεται, ἐν δὲ ἄφρονος ἀκάθαρτα
καὶ μεμιασμένα καὶ ὅπερ εἶπεν ἐκδικούμενα, ἴσον τῷ δίκης
 ἐπάξια καὶ τιμωρίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="170"><p>ὁπότε γοῦν τὴν γῆν ὕδατι καθαίρειν ὁ δημιουργὸς
διενοήθη καὶ τὴν ψυχὴν τῶν ἀμυθήτων ἀδικημάτων κάθαρσιν λαβεῖν <lb n="15"/>
ἐκνιψαμένην καὶ ἀπολουσαμένην τὰ μιάσματα τρόπον ἁγνείας ἱερᾶς,
παραινεῖ τῷ φανέντι δικαίῳ, ὃς οὐ παρεσύρη τῇ τοῦ κατακλυσμοῦ φορᾷ,
εἰσάγειν εἰς τὴν κιβωτόν, ὅπερ ἦν τὸ ψυχῆς ἀγγεῖον τὸ σῶμα, „ἀπὸ
τῶν κτηνῶν τῶν καθαρῶν ἑπτά, ἄρρεν καὶ θῆλυ“ (Gen. 7, 2), δικαιώσας
τὸν ἀστεῖον λογισμὸν χρῆσθαι μέρεσι τοῖς τοῦ ἀλόγου πᾶσι καθαροῖς. <lb n="20"/>
</p></div></div></body></text></TEI>