<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="161"><p>τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται „θεὸς <lb n="25"/>
τοῦ Φαραώ“, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι·
θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ
δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· „δίδωμί σε θεὸν Φαραώ“
(Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ
 ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. τί οὖν διὰ τούτων συνάγεται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="162"><p><lb n="30"/><note xml:lang="mul" type="footnote"><lb/>2 περιβάλλεσθαι F αὐστηρὰς codd.: αὐστηρᾶς v
<lb/>3 παρασκευάσας H 
<lb/>4 ἀλλ’ U
<lb/>5 φῄς om. in iacuna Η
<lb/>6 ἀφίξοι
<lb/>11 δέ] δή coni. Mang. 
<lb/>7 ἀρρήκτων UF (coni. Markland): ἀρρήτων HL
<lb/>8 φαντασιωθήση FH ἀγέννητον UHL τὸν add. Marklaud
<lb/>13 ψυχὴν] σκηνὴν coni. Markland
<lb/>14 Μωσῆς U αὐτοῦ codd.: αὑτοῦ v
<lb/>16 μόνως UF: μόνως γὰρ HL
<lb/>17 τέλειος] τέλος U
<lb/>18 καλεῖται H
<lb/>20 ὑφέστηκεν UF: ἐφέστηκεν HL
<lb/>21 ἐρεῖ] ἔνι FL2 αὑτοῦ codd.: αὑτοῦ v
<lb/>23 Μωϋσέος FH
<lb/>28 σε] σοι H
<lb/>29 οὐ] ἢ Η 
<lb/>30 πάσχων H ἀναγκαῖον scripsi: ἀναγκαίως codd. διὰ UF: δὴ HL</note><pb n="v.1.p.295"/>
ὅτι ὁ σοφὸς λέγεται μὲν θεὸς τοῦ ἄφρονος, πρὸς ἀλήθειαν δὲ οὐκ ἔστι
θεός, ὥσπερ οὐδὲ τὸ ἀδόκιμον τετράδραχμόν ἐστι τετράδραχμον· ἀλλ’
ὅταν μὲν τῷ ὄντι παραβάλληται, ἄνθρωπος εὑρεθήσεται θεοῦ, ὅταν
δὲ ἄφρονι ἀνθρώπῳ, θεὸς πρὸς φαντασίαν καὶ δόκησιν, οὐ πρὸς ἀλήθειαν
<lb n="5"/> καὶ τὸ εἶναι, νοούμενος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="163"><p><milestone unit="altref" n="45"/> τί οὖν ματαιάζεις λέγων „εἴ με ἐκβάλλεις ἀπὸ τῆς γῆς, καὶ σὲ κρυβήσομαι“ (Gen. 4, 14) ; τοὐναντίον
γὰρ εἴ σε τοῦ γεώδους ἀπελάσαι, τὴν εἰκόνα ἐμφανῶς δείξει τὴν ἑαυτοῦ.
τεκμήριον δέ· σὺ μὲν ἐκ προσώπου τοῦ θεοῦ μεταστήσῃ, μεταναστὰς
δὲ τὸ γήινον σῶμα οὐδὲν ἧττον οἰκήσεις· λέγει γὰρ αὖθις· „ἐξῆλθε δὲ
<lb n="10"/> Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν <add>ἐν</add> τῇ γῇ“ (Gen. 4,16)·
ὥστε οὐκ ἐκβληθεὶς ἀπὸ γῆς ἀποκέκρυψαι τὸν ὄντα, ἀλλ’ ἐκτραπεὶς
αὐτὸν εἰς γῆν καταπέφευγας, τὸ θνητὸν χωρίον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="164"><p>καὶ μὴν οὐδὲ πᾶς „ὁ εὑρίσκων σε ἀποκτενεῖ“, καθάπερ σοφιζόμενος διεξῄεις (Gen. 4, 14)·
τὸ γὰρ εὑρισκόμενον ὑπὸ δυοῖν, ἢ ὁμοίου ἢ ἀνομοίου, πάντως εὑρίσκεται,
<lb n="15"/> ὑπὸ μὲν [οὖν] τοῦ ὁμοίου καὶ συγγενοῦς διὰ τὴν ἐν ἅπασιν
οἰκειότητα καὶ κοινωνίαν, ὑπὸ δὲ τοῦ ἀνομοίου διὰ τὴν ἀντίπαλον ἀλλοτριότητα·
τὸ μὲν οὖν ὅμοιόν ἐστι καὶ φυλακτικὸν τοῦ παραπλησίου,
τὸ δ’ ἀνόμοιον καὶ φθαρτικὸν τοῦ διαλλάττοντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="165"><p>ἴστωσαν δὴ καὶ ὁ Κάιν καὶ εἴ τις ἕτερος πανοῦργος, ὅτι οὐχ ὑπὸ παντὸς τοῦ ἐντυγχάνοντος
<lb n="20"/> ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας
ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι
καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται,
 καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ  <milestone unit="altpage2" n="p. 223 M."/> πράγματα
πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν
<lb n="25"/> διαφθείρεται.</p></div></div></body></text></TEI>