διὰ 2 αὐτοῦ χωρεῖν F: χωρεῖν αὑτοῦ U (Mang.), αὐτοῦ χώρησιν Η, τοῦ χώρησιν L, του χώρησον Tum. o μέντοι UF: μέντοι γε HL 8 γνῶμαι] γνῶναι U 9 δ’ αἱ UF: δὲ HL 10 προκεκωφότων F ἀφ’ ὧν scripsi: ὑφ’ ὧν codd. κἀκείνους UFH: ἐκείνους L 12 λόγους μὲν UFL2: λογισμοὺς HL1 17 ἀναγγελοῦντα coni. Mang. εἰ om. U 20 οὐθέν U 23 κατόρθωσεν HL 24 μόνον ἀργῶς (sic) U 25 τῶν Χεβρών HL συζυγὴ — Χεβρὼν καλεῖται (26) om. HL 26 Χεβρὼν καλεῖται U: καλεῖται Χεβρὼν F(HL) 27 ψυχὴν] εὐχὴν U τέθεικε U 28 ἔχε FL τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας, ὅταν ἐν οἰκίᾳ κοιλάδες χλωρίζουσαι ἢ πυρρίζουσαι φανῶσι, διείρηται τοὺς λίθους, ἐν οἷς γεγόνασιν, ἐξελόντας ἑτέρους ἀντιτιθέναι (Lev. 14,37 ss.), τουτέστιν, ὅταν διαφέρουσαι ποιότητες, ἃς ἐδημιούργησαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἀδελφὰ τούτων πάθη, βαρύνασαι καὶ πιέσασαι τὴν ὅλην ψυχὴν κοιλοτέραν καὶ ταπεινοτέραν αὐτὴν ἑαυτῆς ἐργάσωνται, τοὺς τῆς ἀσθενείας αἰτίους λόγους ἀνελεῖν, ὑγιεινοὺς δὲ δι’ ἀγωγῆς νομίμου ἢ καὶ παιδεύσεως ὀρθῆς ἀντεισαγαγεῖν. τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· „εὗρε“ γάρ φησιν „αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ“ (Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν. ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα. ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες. μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις 1 ἐν prius om. HL 2 πυρίζουσι U διήρηται Η 5 ταπεινωτέραν Η 6 αὐτὴν] αὐτῆς Η 7 διαγωγῆς FL2, διανομῆς HL1 9 εἰσδεδεκότα F 10 σπάσαι] πᾶσαι Η πρὸς τοὺς UF: πρὸς αὐτοὺς IIL 12 αὐτὸν ἄνθρωπος U: ἄνθρωπος αὐτὸν FHL 15 φράσαι] τὶ φράσαι UF 17 σωφροσύνην] σωφρονίζειν F 18 ἀνδρείαν codd.: ἀνδρίαν v τινὰ τῶν VF: τῶν om. HL 19 ὁμολογούμενα UF 19. 20 ταῦτα πάντα U: πάντα ταῦτα FHL 24 χαυμευνίαις (sic) F 27 ἐπετήδευσε U, ἐπετήδευσαν FH ἀνηνύτοις καὶ ἀτρύτοις πόνοις UF 28 ἐκτραχηλιάζοντες F 29 ῥυπαίνη U 30 φαιδρύνει ,μετὰ καθαρῶν, Markland νίων F ἵδρυται HL χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν ἀναγεγράφθω·