<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="158"><p>σὺ
μὲν οὖν, ὦ καταγέλαστε, φῂς ὅτι τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀφαιρεθεὶς <lb n="5"/>
πλεονεκτημάτων εἰς ὄψιν οὐκ ἀφίξῃ θεοῦ; ἐγὼ δέ σοι λέγω ὅτι, ἐὰν
ἀφαιρεθῇς, πάντως ἀφίξῃ· λυθεὶς γὰρ τῶν ἀρρήκτων σώματος καὶ περὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="159"><p> σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. <milestone unit="altref" n="44"/> <add>τὸν</add> Ἀβραὰμ οὐχ
ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον“, τὸ σῶμα, τὴν αἴσθησιν,
τὸν λόγον, „καταλιπὼν“ (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν <lb n="10"/>
δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος
ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ“ (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ
τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν
 ἀναδραμόντι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="160"><p>διὸ καὶ Μωυσῆς „λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει
τῆς παρεμβολῆς“ (Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ <lb n="15"/>
στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι
τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα
παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος <milestone unit="altpage1" n="p. 222 M."/>  ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν
γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα,
ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως <lb n="20"/>
ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν
οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ
Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ
ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης
 ὑπάρχουσα.</p></div></div></body></text></TEI>