<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="156"><p><milestone unit="altref" n="43"/> μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ „εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου
σου κρυβήσομαι“ τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ
τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς,
<lb n="20"/> καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν,
ἔχε καὶ τὰ θεῖα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="157"><p>τὰ γὰρ παρ’ ἡμῖν ἀναγκαῖα καὶ τίμια καὶ γνήσια ὡς ἀληθῶς ἀγαθὰ ταῦτα· φαγεῖν, πιεῖν, [περιβαλέσθαι,] ποικιλίαις χρωμάτων
δι’ ὄψεως ἡσθῆναι, μελῳδίαις παντοδαπῶν ἤχων δι’ ἀκοῆς τερφθῆναι,
ἀτμῶν ἀποφοραῖς εὐώδεσι διὰ μυκτήρων γανωθῆναι, ταῖς γαστρὸς καὶ
<lb n="25"/> μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀλλὰ F
<lb/>2 μετεμβῆναι F εἰ τὸ ὄν scripsi: εἴτ’ οὖν UHL, εἴτουν F, εἰ γοῦν Mang.
<lb/>3 ἐβουλήθη HL: ἐβλήθη UF
<lb/>5 δ’ om. UF
<lb/>6 εἰ om. UF 
<lb/>7 καθ’ ἓν πάντως transp. U
<lb/>8 τοῦ παντὸς UF: τοῦ om. HL
<lb/>9 τῳ] τὸ UL μηδὲν L ὑπολελεῖφθαι UFH: ὑπολειφθῆναι L τὸν δημιουργὸν codd.: τοῦ δημιουργοῦ v ὅλων UF: ὅλου HL
<lb/>10 ἀναλώσαντα codd.: ἀναλώσαντος v 
<lb/>15 ἐξαρτάτω H
<lb/>17 ἐκβάλλεις FH: ἐκβαλεῖς UL ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL
<lb/>18 τουτέστιν codd. γῆς UF: τῆς γῆς HL
<lb/>20 ἀνθρωπείων UF: ἀνθρωπίων H. ἀνθρωπίνων L εἰ μὴ τῶν ἀνθρωπείων transp. U 
<lb/>22 περιβαλέσθαι seclusit Wendl. (cf. 294,2) ποικιλίαις UF: ποικίλαις HL ποικίλαις χρωμάτων ἰδέαις Mang.
<lb/>23 δι’ ὄψεως om. H ἡσθῆναι ἡδέως ἡσθῆναι HL
<lb/>24 ταῖς] τῆς F</note> <note xml:lang="lat" type="footnote"><lb/>9 sqq. cf. Platonis Tim. p.
<lb/>32 C</note>  

<pb n="v.1.p.294"/>
χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα
πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς
διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον
 αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="158"><p>σὺ
μὲν οὖν, ὦ καταγέλαστε, φῂς ὅτι τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀφαιρεθεὶς <lb n="5"/>
πλεονεκτημάτων εἰς ὄψιν οὐκ ἀφίξῃ θεοῦ; ἐγὼ δέ σοι λέγω ὅτι, ἐὰν
ἀφαιρεθῇς, πάντως ἀφίξῃ· λυθεὶς γὰρ τῶν ἀρρήκτων σώματος καὶ περὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="159"><p> σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. <milestone unit="altref" n="44"/> <add>τὸν</add> Ἀβραὰμ οὐχ
ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον“, τὸ σῶμα, τὴν αἴσθησιν,
τὸν λόγον, „καταλιπὼν“ (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν <lb n="10"/>
δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος
ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ“ (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ
τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν
 ἀναδραμόντι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="160"><p>διὸ καὶ Μωυσῆς „λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει
τῆς παρεμβολῆς“ (Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ <lb n="15"/>
στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι
τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα
παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος <milestone unit="altpage1" n="p. 222 M."/>  ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν
γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα,
ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως <lb n="20"/>
ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν
οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ
Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ
ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης
 ὑπάρχουσα.</p></div></div></body></text></TEI>