<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="155"><p>ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον
ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον
ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν
<lb n="15"/> εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν
τὸ σαφὲς διαγνώτω. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="156"><p><milestone unit="altref" n="43"/> μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ „εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου
σου κρυβήσομαι“ τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ
τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς,
<lb n="20"/> καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν,
ἔχε καὶ τὰ θεῖα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="157"><p>τὰ γὰρ παρ’ ἡμῖν ἀναγκαῖα καὶ τίμια καὶ γνήσια ὡς ἀληθῶς ἀγαθὰ ταῦτα· φαγεῖν, πιεῖν, [περιβαλέσθαι,] ποικιλίαις χρωμάτων
δι’ ὄψεως ἡσθῆναι, μελῳδίαις παντοδαπῶν ἤχων δι’ ἀκοῆς τερφθῆναι,
ἀτμῶν ἀποφοραῖς εὐώδεσι διὰ μυκτήρων γανωθῆναι, ταῖς γαστρὸς καὶ
<lb n="25"/> μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀλλὰ F
<lb/>2 μετεμβῆναι F εἰ τὸ ὄν scripsi: εἴτ’ οὖν UHL, εἴτουν F, εἰ γοῦν Mang.
<lb/>3 ἐβουλήθη HL: ἐβλήθη UF
<lb/>5 δ’ om. UF
<lb/>6 εἰ om. UF 
<lb/>7 καθ’ ἓν πάντως transp. U
<lb/>8 τοῦ παντὸς UF: τοῦ om. HL
<lb/>9 τῳ] τὸ UL μηδὲν L ὑπολελεῖφθαι UFH: ὑπολειφθῆναι L τὸν δημιουργὸν codd.: τοῦ δημιουργοῦ v ὅλων UF: ὅλου HL
<lb/>10 ἀναλώσαντα codd.: ἀναλώσαντος v 
<lb/>15 ἐξαρτάτω H
<lb/>17 ἐκβάλλεις FH: ἐκβαλεῖς UL ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL
<lb/>18 τουτέστιν codd. γῆς UF: τῆς γῆς HL
<lb/>20 ἀνθρωπείων UF: ἀνθρωπίων H. ἀνθρωπίνων L εἰ μὴ τῶν ἀνθρωπείων transp. U 
<lb/>22 περιβαλέσθαι seclusit Wendl. (cf. 294,2) ποικιλίαις UF: ποικίλαις HL ποικίλαις χρωμάτων ἰδέαις Mang.
<lb/>23 δι’ ὄψεως om. H ἡσθῆναι ἡδέως ἡσθῆναι HL
<lb/>24 ταῖς] τῆς F</note> <note xml:lang="lat" type="footnote"><lb/>9 sqq. cf. Platonis Tim. p.
<lb/>32 C</note>  

<pb n="v.1.p.294"/>
χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα
πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς
διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον
 αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ.</p></div></div></body></text></TEI>