ἢ τοῦτ’ ἠγνόησας, ὅτι τοῖς ζῴοις ἡ φύσις διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τόπους πρὸς διαμονὴν ἐδωρήσατο, θάλατταν μὲν ἰχθύσι καὶ παντὶ τῷ ἐνύδρῳ γένει, γῆν δὲ ἅπασι τοῖς χερσαίοις; χερσαῖον δὲ κατὰ γοῦν τὰς σώματος συγκρίσεις ζῷον καὶ ἄνθρωπός ἐστι· διὰ τοῦτο ἀμείψαντα τὰς οἰκείους χώρας ἕκαστα καὶ ὥσπερ εἰς ἀλλοδαπὴν ἐλθόντα ῥᾳδίως τελευτᾷ, τὰ μὲν χερσαῖα καθ’ ὕδατος δύντα, τὰ δ’ ἔνυδρα ἐπὶ χέρσον ἀναπλεύσαντα. εἴπερ οὖν ἐκβληθείης ἀπὸ γῆς ἄνθρωπος ὤν, ποῖ τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον ἐνεχθήσῃ. ἄνθρωπος δ’ ἂν ἤ τι τῶν γενομένων κρύπτεσθαι δυνηθείη θεόν; ποῦ; τὸν ἐφθακότα πάντῃ, τὸν ἄχρι περάτων ἀποβλέποντα, τὸν πεπληρωκότα τὸ πᾶν, οὗ τῶν ὄντων οὐδὲ τὸ βραχύτατον ἔρημον; καὶ τί παράδοξον, εἰ μηδενὶ τῶν γενομένων ἐφικτὸν κρύπτεσθαι 1 αὐτὴ UF 2 ἐπιστήμη HL 5 ἄνδρα adil. Mang. συμβιβάσεις FL 6 διοικηθεῖσα HL 10 ἐκβάλλεις UHL: ἐκβάλης F, ἐκβαλεῖς v 11 ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL 13 τῆς om. U κρυβήση FL2: κρυφθήση UHL1 τοῦτ’] τούτων U 14 ἠγνόησεν HL1 15 θάλαττα H 16 γοῦν] μὲν F 18 οἰκείους F: οἰκείας UHL 22 μετεωρήσας UF 23 αὐτὸν U πτηνὸν coni. Markland 25 ὅσον L iSv F: ἐὰν UITL θᾶττον μᾶλλον L 26 φορᾶς] χαρᾶς H 30 τί] τὸ U ἐφηκτὸν H τὸ ὄν, ὁπότε οὐδὲ τὰς ὑλικὰς ἀρχὰς ἔνεστι διεκδῦναι, ἀλλ’ ἀνάγκη τῷ μίαν διαφυγόντι εἰς ἑτέραν μεταβῆναι; εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ἀπεργάσηται τὸ πᾶν. ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν τὸ σαφὲς διαγνώτω.