<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="149"><p>τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης,
ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω
δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς
τὸν ὀρθὸν λόγον τὸν νόμιμον <add>ἄνδρα</add> συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· <lb n="5"/>
ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ <milestone unit="altpage1" n="p. 220 M."/>  διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ
παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν
ἀδυνατοῦσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="150"><p><milestone unit="altref" n="41"/> Περὶ μὲν οὖν τοῦ „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“
τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. „εἰ ἐκβάλλεις με“ <lb n="10"/>
φησί „σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου
κρυβήσομαι“ (Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ
 ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="151"><p>ἢ τοῦτ’
ἠγνόησας, ὅτι τοῖς ζῴοις ἡ φύσις διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς
τόπους πρὸς διαμονὴν ἐδωρήσατο, θάλατταν μὲν ἰχθύσι καὶ παντὶ τῷ <lb n="15"/>
ἐνύδρῳ γένει, γῆν δὲ ἅπασι τοῖς χερσαίοις; χερσαῖον δὲ κατὰ γοῦν τὰς
σώματος συγκρίσεις ζῷον καὶ ἄνθρωπός ἐστι· διὰ τοῦτο ἀμείψαντα τὰς
οἰκείους χώρας ἕκαστα καὶ ὥσπερ εἰς ἀλλοδαπὴν ἐλθόντα ῥᾳδίως
τελευτᾷ, τὰ μὲν χερσαῖα καθ’ ὕδατος δύντα, τὰ δ’ ἔνυδρα ἐπὶ χέρσον
 ἀναπλεύσαντα.</p></div></div></body></text></TEI>