<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="146"><p><milestone unit="altref" n="40"/> ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς
ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως
δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε
<lb n="20"/> χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον,
τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ
ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="147"><p>διὰ τοῦτο „πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς“ φησὶν
ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα
<lb n="25"/>καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως
φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας
οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="148"><p>τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα·
πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι
<lb n="30"/> περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ coni. Mang.
<lb/>4 καθ’ ἑαυτῶν F
<lb/>5 ὀργίων Mang.: ὀρϋῶν U, ὀργυιῶν F, ὀργῆς HL
<lb/>8 ῥᾷστον · ἀνατρέπει II
<lb/>11 οὐ κατορθοῦσιν] οὐκ ἀνορθοῦσιν F
<lb/>17 οἰκείων] ἰδίων U
<lb/>20 ἐπανωρθώσεται F ἐλέγχων U
<lb/>23 ἄν] ἐὰν Γ’
<lb/>24 μενεῖν Mang.: μένειν codd.
<lb/>26 ἐκβεβλῆσθαι] fort. ἐκβεβλημένην καὶ χήραν UF: τὴν χήραν HL
<lb/>27 ἀκουσίως U ἐξήμβλωσεν U
<lb/>28 ἄν] ἐὰν FH μένει FH
<lb/>29 ἀπευκτὸν F: ἄφευκτον UHL 
<lb/>30 αὐτῆς codd.</note>  

<pb n="v.1.p.292"/>
αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως
 καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="149"><p>τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης,
ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω
δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς
τὸν ὀρθὸν λόγον τὸν νόμιμον <add>ἄνδρα</add> συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· <lb n="5"/>
ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ <milestone unit="altpage1" n="p. 220 M."/>  διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ
παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν
ἀδυνατοῦσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.1st1K-grc1" subtype="section" n="150"><p><milestone unit="altref" n="41"/> Περὶ μὲν οὖν τοῦ „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“
τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. „εἰ ἐκβάλλεις με“ <lb n="10"/>
φησί „σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου
κρυβήσομαι“ (Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ
 ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν;</p></div></div></body></text></TEI>