ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον, τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται. διὰ τοῦτο „πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς“ φησὶν ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε. τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα· πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν 1 ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ coni. Mang. 4 καθ’ ἑαυτῶν F 5 ὀργίων Mang.: ὀρϋῶν U, ὀργυιῶν F, ὀργῆς HL 8 ῥᾷστον · ἀνατρέπει II 11 οὐ κατορθοῦσιν] οὐκ ἀνορθοῦσιν F 17 οἰκείων] ἰδίων U 20 ἐπανωρθώσεται F ἐλέγχων U 23 ἄν] ἐὰν Γ’ 24 μενεῖν Mang.: μένειν codd. 26 ἐκβεβλῆσθαι] fort. ἐκβεβλημένην καὶ χήραν UF: τὴν χήραν HL 27 ἀκουσίως U ἐξήμβλωσεν U 28 ἄν] ἐὰν FH μένει FH 29 ἀπευκτὸν F: ἄφευκτον UHL 30 αὐτῆς codd. αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται. τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς τὸν ὀρθὸν λόγον τὸν νόμιμον ἄνδρα συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν ἀδυνατοῦσα. Περὶ μὲν οὖν τοῦ „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. „εἰ ἐκβάλλεις με“ φησί „σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι“ (Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν;