πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν 1 σπουδαιολογῶν FHL, σπουδαιολόγων coni. Mang. 2 τῆ τοῦ θεοῦ F 4 διαθέσεις Turn. 5 ἐλπιζούσης Wendl.: ἐλπίζουσα UFH, ἐλπίζουσιν L ἀστεῖον U 6 λαχόντα HL προσδοκάσθωσαν Η 7 ἐλλύπαις H 12 ἐρευνήσωμεν UF: ἐξερευνήσωμεν HL 15 ἀπολίποι F 16 τῆνιὶ (sic) U 20 σώματα Turn. πολέ 22 παραπόλλυσθαι UFU: παραλύεσθαι L, παραπολέσθαι v 23 γίγνεται V πρὸς UF: παρ’ HL 24 γνωρίζομεν] νομίζομεν coni. Mang. 25 λειποτάκτας rodd. τῆς om. L 27 αἰτίοις F μεγάλοις F 28 τῶν ἀτέχνων U ἀπαίδευτον; οὐχ ὅταν ἀπόλειψιν τὴν ἐπ’ αὐτῷ χρηματίσῃ διδασκαλία καὶ μάθησις; πότε δὲ τοὺς ἄφρονας κακοδαιμονίζομεν μᾶλλον; οὐχ ὅταν φρόνησις αὐτοὺς εἰσάπαν ἀπώσηται; πότε δὲ τοὺς ἀκολάστους ἢ ἀδίκους; οὐκ ἐπειδὰν σωφροσύνη καὶ δικαιοσύνη φυγὴν ἀίδιον κατ’ αὐτῶν ψηφίσωνται; πότε δὲ τοὺς ἀσεβεῖς; οὐχ ὅταν εὐσέβεια τῶν ἰδίων ὀργίων ἀποσχοινίσῃ; διό μοι δοκοῦσιν οἱ μὴ τελείως δυσκάθαρτοι εὔξασθαι ἂν κολασθῆναι μᾶλλον ἢ ἀφεθῆναι· ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς ὥσπερ ἀνερμάτιστα καὶ ἀκυβέρνητα πλοῖα ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται. ἢ οὐκ ἀμείνους μὲν τῶν ἀπαιδαγωγήτων οἱ ὑπὸ παιδαγωγῶν ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι, εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς συμφέρουσι τάξιν ἐκπλήσοντας;