κυρίως γὰρ οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ οὔτε ἐπὶ δόξης λαμπρότητι οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ἀψύχων τε ὄντων καὶ ἀβεβαίων καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔνεστι, καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ καὶ εὐτονίᾳ καὶ τοῖς ἄλλοις σώματος πλεονεκτήμασιν, ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν. ἐπεὶ οὖν ἐν τοῖς τῆς ψυχῆς μόνοις ἀγαθοῖς ἡ ἀνόθευτος χαρὰ καὶ ἀκιβδήλευτος εὑρίσκεται, ἐν ἑαυτῷ δὴ πᾶς σοφὸς χαίρει, οὐκ ἐν τοῖς περὶ αὐτόν· τὰ μὲν γὰρ ἐν ἑαυτῷ διανοίας εἰσὶν ἀρεταί, ἐφ’ αἷς ἄξιον σεμνύνεσθαι, τὰ δὲ περὶ αὐτὸν ἢ ἡ εὐπάθεια σώματος ἢ ἡ τῶν ἐκτὸς ἀφθονία, ἐφ’ οἷς οὐ μεγαλαυχητέον. Ἐπιδεδειχότες οὖν, ὡς ἐνῆν, διὰ μάρτυρος ἀψευδεστάτου Μωυσέως ὅτι σοφοῦ τὸ χαίρειν ἴδιον, αὖθις ἐπιδείξωμεν ὅτι καὶ τὸ ἐλπίζειν, οὐχ ἑτέρῳ χρώμενοι μάρτυρι. τὸν γὰρ τοῦ Σὴθ υἱὸν ὄνομα Ἐνὼς — ἑρμηνεύεται δὲ ἄνθρωπος — * * * ἐλπίς· „οὗτος ἤλπισε πρῶτον“ φησίν „ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ (Gen. 4, 26), λέγων ὑγιῶς· ἀνθρώπῳ γὰρ τῷ γε πρὸς ἀλήθειαν τί ἂν γένοιτο οἰκειότερον ἐλπίδος καὶ προσδοκίας κτήσεως ἀγαθῶν παρὰ τοῦ μόνου φιλοδώρου θεοῦ; τοῦτ’ ἐστίν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ μόνη κυρίως γένεσις ἀνθρώπων, ὡς τῶν μὴ ἐλπιζόντων ἐπὶ θεὸν λογικῆς φύσεως οὐ μεμοιραμένων. διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι „οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“, ῥητῶς ἐπιφέρει· „αὕτη ἡ 1 ἀνθρώπω UF: ἀνθρώπων HL 2 οὔτε ἐπὶ D: ἢ codd. λαμπρότητα H 3 ἀψύχων] ψυχρῶν D, τυχηρῶν coni. Maag. ὄντων] ἔργων HL ἐξ αὐτῶν HLDPDR 4 χαίρειν om. HL ἔνεστι] ἐστί D 5 τοῦ σώματος DRDV καὶ post ἁ oia. L 6 ἤνεγκαν D ἐπεὶ] ἐπὶ UF οὖν ἐν om. UF, ἐν om. H ἔ τῆς om. F χαρὰ] φθορὰ HL1 8 αὐτόν codd.: αὑτόν v 9 ἐν αὐτῷ coni. Wendl. 10 αὐτὸν codd.: αὑτὸν v ἡ utrumque om. UF 11 μεγαλαυχοτέον H 13 Μωϋσέος FH ἴδιον δὲ H ἐπιδείξωμεν UF: ἐπιδείξομεν HL 15 Ἑνὼς UH ἑρμηνεύεται δὲ ἄνθρωπος scripsi et ante ἐλπίς lacunam indicavi ἔλαχεν ἐλπίς coni. Wendl.) οὕτος] ὅτι Γ’ 17 ἀνθρώπων H τῷ] τὸ U 19 τουτέστιν codd. ἡ] ἡ F 21 ’Evcbs U 22 ἡ addidi 1—6 DK fol. 70r Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῶν νόμων ἱερῶν ἀλληγορίας) D? fol. 55r DM fol. 56v DR fol. 67r Φίλωνος ἐκ τοῦ τῆς τῶν νόμων ἱερῶν ἀλληγορίας) DV p. 326 Mel. Barocc. fol. 93v Φίλωνος): κυρίως οὔτε ἐπὶ χρημάτων — ὄλεθρον ἀπαραίτητον ἤνεγκαν διὰ τὸ ἀσύστατον καὶ ἀβέβαιον. Philonis opera vol. I 19 βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), σπουδαιολογῶν· ἐγγράφεται γὰρ τῇ θεοῦ βίβλῳ, ὅτι μόνος εὔελπις ἄνθρωπος, ὥστε κατὰ τὰ ἐναντία ὁ δύσελπις οὐκ ἄνθρωπος. ὅρος οὖν τοῦ μὲν συγκρίματος ἡμῶν ζῷον λογικὸν θνητόν ἐστι, τοῦ δὲ κατὰ Μωυσῆν ἀνθρώπου διάθεσις ψυχῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐλπιζούσης. ἀστεῖοι μὲν οὖν χαρὰν καὶ ἐλπίδα κλῆρον λαχόντες εὐδαίμονα ἢ ἐχέτωσαν ἢ προσδοκάτωσαν πάντως ἀγαθά· φαῦλοι δ’, ὧν Κάιν ἐστὶ θιασώτης, ἐν λύπαις καὶ φόβοις ὄντες ἢ μετουσίαν ἢ προσδοκίαν κακῶν ἀργαλεωτάτην μερίδα καρπούσθωσαν, ἐπὶ μὲν τοῖς ἐν χερσὶν ὀδυνηροῖς στένοντες, ἐπὶ δὲ τοῖς προσδοκωμένοις φοβεροῖς τρέμοντές τε καὶ φρίττοντες (cf. Gen. 4, 12).